<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0552.tlg010.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="10"><head>ι΄.</head><lb n="10"/><p> Ὁμοίως δὲ τούτοις θεωρεῖται καὶ ὅτι παντὸς τμήματος
σφαιροειδέος τὸ κέντρον ἐστὶν τοῦ βάρους ἐπὶ τῆς εὐθείας,
ἥ ἐστιν ἄξων τοῦ τμήματος, διῃρημένης τῆς εὐθείας,
ὥστε τὸ μέρος αὐτῆς τὸ πρὸς τῇ κορυφῇ τοῦ τμήματος
πρὸς τὸ λοιπὸν τοῦτον ἔχειν τὸν λόγον, ὃν ἔχει συναμφότερον
<lb n="15"/> ὅ τε ἄξων τοῦ τμήματος καὶ ἡ τετραπλασία
τοῦ ἄξονος τοῦ ἐν τῷ ἀντικειμένῳ τμήματι πρὸς συναμφότερον
τόν τε ἄξονα τοῦ τμήματος καὶ τὴν διπλασίαν
τοῦ ἄξονος τοῦ ἐν τῷ ἀντικειμένῳ τμήματι ἐμπεριεχομένου.</p></div><div type="textpart" subtype="chapter" n="11"><head>ια΄.</head><lb n="20"/><p> Θεωρεῖται δὲ διὰ τοῦ τρόπου <add cause="omitted">καὶ ὅτι πᾶν τμῆμα
ἀμβλυγωνίου κωνοειδέος</add> πρὸς τὸν κῶνον τὸν βάσιν
ἔχοντα τὴν αὐτὴν τῷ τμήματι καὶ ἄξονα τὸν αὐτὸν
τοῦτον ἔχει τὸν λόγον, ὃν ἔχει συναμφότερος ὅ τε ἄξων
τοῦ τμήματος καὶ ἡ τριπλασία τῆς προσούσης τῷ ἄξονι
<lb n="25"/> πρὸς συναμφότερον τὸν τε ἄξονα τοῦ τμήματος τοῦ
κωνοειδέος καὶ τὴν διπλασίαν τῆς προσούσης τῷ ἄξονι,
κέντρον δὲ τοῦ βάρους τοῦ ἀμβλυγωνίου κωνοειδέος

<pb n="114"/>
τμηθέντος τοῦ ἄξονος, <add cause="omitted">ὥστε</add> τὸ πρὸς τῇ κορυφῇ τμῆμα
πρὸς τὸ λοιπὸν λόγον ἔχειν, ὃν ἔχει ὅ τε τριπλάσιος τοῦ
ἄξονος <add cause="omitted">καὶ ἡ ὀκταπλασία</add> τῆς προσκειμένης πρὸς τὸν
ἄξονα αὐτοῦ τοῦ κωνοειδέος καὶ τὴν τετραπλασίαν αὐτῆς
<lb n="5"/> τῆς προσκειμένης πρὸς αὐτόν· καὶ ἄλλων πλειόνων ἁ
<gap reason="omitted"/> θεωρουμένων τὰ <gap reason="omitted"/> περιλήψομεν ῥη <gap reason="omitted"/>
τως, ἐπεὶ ὁ τρόπος ὑποδέδεικται διὰ τῶν προειρημένων.</p></div></div></body></text></TEI>