<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0552.tlg007.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="10"><head>ι΄.</head><p>Ἔστω πάλιν τὸ μὲν ΑΒΓ ζύγιον καὶ μέσον αὐτοῦ τὸ Β,
τὸ δὲ Β△ΗΚ τραπέζιον τὰς μὲν ποτὶ τοῖς Β, Η σαμείοις
<lb n="10"/> γωνίας ὀρθὰς ἔχον, τὰν δὲ Κ△ πλευρὰν ἐπὶ τὸ Γ νεύουσαν,
καὶ ὃν ἔχει λόγον ἁ ΑΒ ποτὶ τὰν ΒΗ, τοῦτον ἐχέτω τὸ
Β△ΚΗ τραπέζιον ποτὶ τὸ Λ, κρεμάσθω δὲ τὸ Β△ΗΚ
τραπέζιον ἐκ τοῦ ζυγοῦ κατὰ τὰ Β, Η σαμεῖα, κρεμάσθω
δὲ καὶ τὸ Ζ χωρίον κατὰ τὸ Α καὶ ἰσορροπείτω τῷ Β△ΚΗ
<lb n="15"/> τραπεζίῳ οὕτως ἔχοντι ὡς νῦν ὑπόκειται. Φαμὶ τὸ Ζ
χωρίον ἔλασσον εἶμεν τοῦ Λ.</p><figure><graphic url="http://heml.mta.ca/lace/sidebysideview2/12882220"/></figure><p>Τετμάσθω γὰρ ἁ ΑΓ κατὰ τὸ Ε οὕτως ὥστε, ὃν ἔχει
λόγον ἁ διπλασία τᾶς △Β καὶ ἁ ΚΗ ποτὶ τὰν διπλασίαν
τᾶς ΚΗ καὶ τὰν Β△, τοῦτον ἔχειν τὰν ΕΗ ποτὶ τὰν ΒΕ,

<pb n="175"/>
καὶ διὰ τοῦ Ε παρὰ τὰν Β△ ἀχθεῖσα ἁ ΕΝ τετμάσθω δίχα
κατὰ τὸ Θ τοῦ δὴ Β△ΗΚ τραπεζίου κέντρον ἐστὶ τοῦ
βάρεος τὸ Θ δέδεικται γὰρ τοῦτο ἐν τοῖς Μηχανικοῖς.
Ἢν οὖν τὸ Β△ΗΚ τραπέζιον κατὰ μὲν τὸ Ε κρεμασθῇ,
<lb n="5"/> ἀπὸ δὲ τῶν Β, Η σαμείων λυθῇ, μένει τὰν αὐτὰν ἔχον
κατάστασιν διὰ τὰ αὐτὰ τοῖς πρότερον καὶ ἰσορροπεῖ
τῷ Ζ χωρίῳ. Ἐπεὶ οὖν ἰσορροπεῖ τὸ Β△ΗΚ τραπέζιον
κατὰ τὸ Ε κρεμάμενον τῷ χωρίῳ κατὰ τὸ Α κρεμαμένῳ,
ἐσσεῖται ὡς ἁ ΑΒ ποτὶ τὰν ΒΕ, τὸ Β△ΗΚ τραπέζιον ποτὶ
<lb n="10"/> τὸ Ζ χωρίον· μείζονα ἄρα λόγον ἔχει τὸ Β△ΗΚ τραπέζιον
ποτὶ τὸ Ζ ἤπερ ποτὶ τὸ Λ, ἐπεὶ καὶ ἁ ΑΒ ποτὶ τὰν ΒΕ
μείζονα λόγον ἔχει ἤπερ ποτὶ τὰν ΒΗ· ὥστε ἔλασσον
ἐσσεῖται τὸ Ζ τοῦ Λ.</p></div><div type="textpart" subtype="chapter" n="11"><head>ια΄.</head><lb n="15"/><p> Ἔστω πάλιν τὸ μὲν ΑΓ ζύγιον καὶ μέσον αὐτοῦ τὸ Β,
τὸ δὲ Κ△ΤΡ τραπέζιον ἔστω τὰς μὲν Κ△, ΤΡ πλευρὰς
ἔχον ἐπὶ τὸ Γ νευούσας, τὰς δὲ △Ρ, ΚΤ καθέτους ἐπὶ τὰν
ΒΓ, καὶ ἁ △Ρ ἐπὶ τὸ Β πιπτέτω, ὃν δὲ λόγον ἔχει ἁ ΑΒ
<figure><graphic url="http://heml.mta.ca/lace/sidebysideview2/12882220"/></figure>
ποτὶ τὰν ΒΗ, τοῦτον ἐχέτω τὸ △ΚΤΡ τραπέζιον ποτὶ τὸ Λ,
<lb n="20"/> τὸ δὲ △ΚΤΡ τραπέζιον κρεμάσθω ἐκ τοῦ ζυγοῦ κατὰ τὰ

<pb n="176"/>
Β, Η καὶ τὸ Ζ κατὰ τὸ Α, καὶ ἰσορροπείτω τὸ Ζ τῷ △ΚΡΤ
τραπεζίῳ οὕτως ἔχοντι ὡς νῦν κεῖται. Ὁμοίως δὴ τοῖς
πρότερον δειχθήσεται ἔλασσον τὸ Ζ χωρίον τοῦ Λ.</p></div><div type="textpart" subtype="chapter" n="12"><head>ιβ΄.</head><lb n="5"/><p> Ἔστω πάλιν τὸ μὲν ΑΓ ζύγιον, μέσον δὲ αὐτοῦ τὸ Β,
τὸ δὲ △ΕΚΗ τραπέζιον ἔστω τὰς μὲν ποτὶ τοῖς Ε, Η
σαμείοις γωνίας ὀρθὰς ἔχον, τὰς δὲ Κ△, ΕΗ γραμμὰς
ποτὶ τὸ Γ νευούσας, καὶ ὃν μὲν λόγον ἔχει ἁ ΑΒ ποτὶ
τὰν ΒΗ, τοῦτον ἐχέτω τὸ △ΚΕΗ τραπέζιον ποτὶ τὸ Μ,
<lb n="10"/> ὃν δὲ λόγον ἔχει ἁ ΑΒ ποτὶ τὰν ΒΕ, τοῦτον τὸν λόγον
ἐχέτω τὸ △ΚΕΗ τραπέζιον ποτὶ τὸ Λ, κρεμάσθω δὲ τὸ
△ΚΕΗ τραπέζιον ἐκ τοῦ ζυγοῦ κατὰ τὰ Ε, Η, τὸ δὲ Ζ
χωρίον κρεμάσθω κατὰ τὸ Α, καὶ ἰσορροπείτω τῷ τραπεζίῳ
οὕτως ἔχοντι ὡς νῦν ὑπόκειται. Θαμὶ δὴ τὸ Ζ τοῦ μὲν
<lb n="15"/> Λ μεῖζον εἶμεν, τοῦ δὲ Μ ἔλασσον.</p><figure><graphic url="http://heml.mta.ca/lace/sidebysideview2/12882220"/></figure><p>Ἔλαβον γὰρ τοῦ △ΚΕΗ τραπεζίου τὸ κέντρον τοῦ
βάρεος, ἔστω δὲ τὸ Θ λαφθήσεται δὲ ὁμοίως τῷ πρότερον
καὶ ἄγω τὰν ΘΙ παρὰ τὰν △Ε. Ἂν οὖν τὸ τραπέζιον
ἐκ τοῦ ζυγοῦ κρεμασθῇ κατὰ τὸ Ι, ἀπὸ δὲ τῶν Ε, Η λυθῇ,

<pb n="177"/>
μενεῖ τὰν αὐτὰν ἔχον κατάστασιν καὶ ἰσορροπήσει τῷ
Ζ διὰ τὰ αὐτὰ τοῖς πρότερον. Ἐπεὶ δὲ ἰσορροπεῖ τὸ
τραπέζιον κρεμάμενον κατὰ τὸ Ι τῷ Ζ κρεμαμένῳ κατὰ
τὸ Α, τὸν αὐτὸν ἕξει λόγον τὸ τραπέζιον ποτὶ τὸ Ζ, ὃν
<lb n="5"/> ἁ ΑΒ ποτὶ τὰν ΒΙ· δῆλον οὖν ὅτι τὸ △ΚΕΗ ποτὶ μὲν τὸ
Λ μείζονα λόγον ἔχει ἢ ποτὶ τὸ Ζ, ποτὶ δὲ τὸ Μ ἐλάσσονα
ἢ ποτὶ τὸ Ζ ὥστε τὸ Ζ τοῦ μὲν Λ μεῖζόν ἐστι, τοῦ δὲ
Μ ἔλασσον.</p></div><div type="textpart" subtype="chapter" n="13"><head>ιγ΄.</head><lb n="10"/><p> Ἔστω πάλιν τὸ μὲν ΑΓ ζύγιον, κατὰ μέσον δὲ αὐτοῦ
τὸ Β, τὸ δὲ Κ△ΤΡ τραπέζιον, ὥστε τὰς μὲν Κ△, ΤΡ
πλευρὰς νευούσας εἶμεν ἐπὶ τὸ Γ, τὰς δὲ △Τ, ΚΡ καθέτους
ἐπὶ τὰν ΒΓ, κρεμάσθω δὲ ἐκ τοῦ ζυγοῦ κατὰ τὰ Ε, Η, τὸ
δὲ Ζ χωρίον κρεμάσθω κατὰ τὸ Α καὶ ἰσορροπείτω τῷ
<lb n="15"/> △ΚΤΡ τραπεζίῳ οὕτως ἔχοντι ὡς νῦν κεῖται, καὶ ὃν μὲν
<figure><graphic url="http://heml.mta.ca/lace/sidebysideview2/12882220"/></figure>
λόγον ἔχει ἁ ΑΒ ποτὶ τὰν ΒΕ, τοῦτον ἐχέτω τὸ △ΚΤΡ
τραπέζιον ποτὶ τὸ Λ χωρίον, ὃν δὲ λόγον ἔχει ἁ ΑΒ ποτὶ
τὰν ΒΗ, τοῦτον ἐχέτω τὸ αὐτὸ τραπέζιον ποτὶ τὸ Μ.
Ὁμοίως δὴ τῷ πρότερον δειχθήσεται τὸ Ζ τοῦ μὲν Λ μεῖζον,
<lb n="20"/> τοῦ δὲ Μ ἔλασσον.</p></div><pb n="178"/><div type="textpart" subtype="chapter" n="14"><head>ιδ΄.</head><p>Ἔστω τμᾶμα τὸ ΒΘΓ περιεχόμενον ὑπὸ εὐθείας καὶ
ὀρθογωνίου κώνου τομᾶς. Ἔστω δὴ πρῶτον ἁ ΒΓ
ποτʼ ὀρθὰς τᾷ διαμέτρῳ, καὶ ἄχθω ἀπὸ μὲν τοῦ Β σαμείου
<lb n="5"/> ἁ Β△ παρὰ τὰν διάμετρον, ἀπὸ δὲ τοῦ Γ ἁ Γ△ ἐπιψαύουσα
τᾶς τοῦ κώνου τομᾶς κατὰ τὸ Γ· ἐσσεῖται δὴ τὸ ΒΓ△
τρίγωνον ὀρθογώνιον. Διῃρήσθω δὴ ἁ ΒΓ ἐς ἴσα τμάματα
ὁποσαοῦν τὰ ΒΕ, ΕΖ, ΖΗ, ΗΙ, ΙΓ, καὶ ἀπὸ τᾶν τομᾶν
ἄχθωσαν παρὰ τὰν διάμετρον αἱ ΕΣ, ΖΤ, ΗΥ, ΙΞ, ἀπὸ δὲ
<lb n="10"/> τῶν σαμείων, καθʼ ἃ τέμνοντι αὗται τὰν τοῦ κώνου τομάν,
ἐπεζεύχθωσαν ἐπὶ τὸ Γ καὶ ἐκβεβλήσθωσαν. Φαμὶ δὴ τὸ
τρίγωνον τὸ Β△Γ τῶν μὲν τραπεζίων τῶν ΚΕ, ΛΖ,
ΜΗ, ΝΙ καὶ τοῦ ΞΙΓ τριγώνου ἔλασσον εἶμεν ἢ
τριπλάσιον, τῶν δὲ τραπεζίων τῶν ΖΦ, ΗΘ, ΙΠ καὶ τοῦ
<lb n="15"/> ΙΟΓ τριγώνου μεῖζον <del>ἐστιν</del> ἢ τριπλάσιον.</p><figure><graphic url="http://heml.mta.ca/lace/sidebysideview2/12882220"/></figure><pb n="179"/><p>Διάχθω γὰρ εὐθεῖα ἁ ΑΒΓ, καὶ ἀπολελάφθω ἁ ΑΒ
ἴσα τᾷ ΒΓ, καὶ νοείσθω ζύγιον τὸ ΑΓ· μέσον δὲ αὐτοῦ
ἐσσεῖται τὸ Β· καὶ κρεμάσθω ἐκ τοῦ Β, κρεμάσθω δὲ καὶ
τὸ Β△Γ ἐκ τοῦ ζυγοῦ κατὰ τὰ Β, Γ, ἐκ δὲ τοῦ θατέρου
<lb n="5"/> μέρεος τοῦ ζυγοῦ κρεμάσθω τὰ Ρ, Χ, Ψ, Ω, △ χωρία κατὰ
τὸ Α, καὶ ἰσορροπείτω τὸ μὲν P χωρίον τῷ △Ε τραπεζίῳ
οὕτως ἔχοντι, τὸ δὲ Χ τῷ ΖΣ τραπεζίῳ, τὸ δὲ Ψ τῷ ΤΗ,
τὸ δὲ Ω τῷ ΥΙ, τὸ δὲ △ τῷ ΞΙΓ τριγώνῳ· ἰσορροπήσει
δὴ καὶ τὸ ὅλον τῷ ὅλῳ· ὥστε τριπλάσιον ἂν εἴη τὸ Β△Γ
<lb n="10"/> τρίγωνον τοῦ ΡΧΨΩ△ χωρίου. Καὶ ἐπεί ἐστιν τμᾶμα
τὸ ΒΓΘ, ὃ περιέχεται ὑπό τε εὐθείας καὶ ὀρθογωνίου
κώνου τομᾶς, καὶ ἀπὸ μὲν τοῦ Β παρὰ τὰν διάμετρον
ἆκται ἁ Β△, ἀπὸ δὲ τοῦ Γ ἁ Γ△ ἐπιψαύουσα τᾶς τοῦ
κώνου τομᾶς κατὰ τὸ Γ, ἆκται δέ τις καὶ ἄλλα παρὰ τὰν
<lb n="15"/> διάμετρον ἁ ΣΕ, τὸν αὐτὸν ἔχει λόγον ἁ ΒΓ ποτὶ τὰν
ΒΕ, ὃν ἁ ΣΕ ποτὶ τὰν ΕΦ ὥστε καὶ ἁ ΒΑ ποτὶ τὰν ΒΕ
τὸν αὐτὸν ἔχει λόγον, ὃν τὸ △Ε τραπέζιον ποτὶ τὸ ΚΕ.
Ὁμοίως δὲ δειχθήσεται ἁ ΑΒ ποτὶ τὰν ΒΖ τὸν αὐτὸν
ἔχουσα λόγον, ὃν τὸ ΣΖ τραπέζιον ποτὶ τὸ ΛΖ, ποτὶ δὲ
<lb n="20"/> τὰν ΒΗ, ὃν τὸ ΤΗ ποτὶ τὸ ΜΗ, ποτὶ δὲ τὰν ΒΙ, ὃν τὸ ΥΙ
ποτὶ τὸ ΝΙ. Ἐπεὶ οὖν ἐστι τραπέζιον τὸ △Ε τὰς μὲν ποτὶ
τοῖς Β, Ε σαμείοις γωνίας ὀρθὰς ἔχον, τὰς δὲ πλευρὰς
ἐπὶ τὸ Γ νευούσας, ἰσορροπεῖ δὲ τι χωρίον αὐτῷ τὸ Ρ
κρεμάμενον ἐκ τοῦ ζυγοῦ κατὰ τὸ Α οὕτως ἔχοντος τοῦ
<lb n="25"/> τραπεζίου ὡς νῦν κεῖται, καὶ ἔστιν ὡς ἁ ΒΑ ποτὶ τὰν
ΒΕ, οὕτως τὸ △Ε τραπέζιον ποτὶ τὸ ΚΕ, μεῖζον ἄρα

<pb n="180"/>
ἐστὶν τὸ ΚΕ χωρίον τοῦ P χωρίου: δέδεικται γὰρ τοῦτο.
Πάλιν δὲ καὶ τὸ ΖΣ τραπέζιον τὰς μὲν ποτὶ τοῖς Ζ, Ε
γωνίας ὀρθὰς ἔχον, τὰν δὲ ΣΤ νεύουσαν ἐπὶ τὸ Γ, ἰσορροπεῖ
δὲ αὐτῷ χωρίον τὸ Χ ἐκ τοῦ ζυγοῦ κρεμάμενον κατὰ τὸ
<lb n="5"/> Α οὕτως ἔχοντος τοῦ τραπεζίου ὡς νῦν κεῖται, καὶ ἔστιν
ὡς μὲν ἁ ΑΒ ποτὶ τὰν ΒΕ, οὕτως τὸ ΖΣ τραπέζιον ποτὶ
τὸ ΖΦ, ὡς δὲ ἁ ΑΒ ποτὶ τὰν ΒΖ, οὕτως τὸ ΖΣ τραπέζιον
ποτὶ τὸ ΛΖ εἴη οὖν κα τὸ Χ χωρίον τοῦ μὲν ΛΖ τραπεζίου
ἔλασσον, τοῦ δὲ ΖΦ μεῖζον· δέδεικται γὰρ καὶ τοῦτο.
<lb n="10"/> Διὰ τὰ αὐτὰ δὴ καὶ τὸ Ψ χωρίον τοῦ μὲν ΜΗ τραπεζίου
ἔλασσον, τοῦ δὲ ΘΗ μεῖζον, καὶ τὸ χωρίον τοῦ μὲν
ΝΟΙΗ τραπεζίου ἔλασσον, τοῦ δὲ ΠΙ μεῖζον, ὁμοίως δὲ
καὶ τὸ △ χωρίον τοῦ μὲν ΞΙΓ τριγώνου ἔλασσον, τοῦ
δὲ ΓΙΟ μεῖζον. Ἐπεὶ οὖν τὸ μὲν ΚΕ τραπέζιον μεῖζόν
<lb n="15"/> ἐστι τοῦ P χωρίου, τὸ δὲ ΛΖ τοῦ Χ, τὸ δὲ ΜΗ τοῦ Ψ,
τὸ δὲ ΝΙ τοῦ Ω, τὸ δὲ ΞΙΓ τρίγωνον τοῦ △, φανερὸν ὅτι
καὶ πάντα τὰ εἰρημένα χωρία μείζονά ἐστι τοῦ ΡΧΨΩ△
χωρίου. Ἔστιν δὲ τὸ ΡΧΨΩ△ τρίτον μέρος τοῦ ΒΓ△
τριγώνου δῆλον ἄρα ὅτι τὸ ΒΓ△ τρίγωνον ἔλασσόν
<lb n="20"/> ἐστιν ἢ τριπλάσιον τῶν ΚΕ, ΛΖ, ΜΗ, ΝΙ τραπεζίων καὶ
τοῦ ΞΙΓ τριγώνου. Πάλιν, ἐπεὶ τὸ μὲν ΖΦ τραπέζιον
ἔλασσόν ἐστι τοῦ Χ χωρίου, τὸ δὲ ΘΗ τοῦ Ψ△, τὸ δὲ ΙΠ
τοῦ Ω, τὸ δὲ ΙΟΓ τρίγωνον τοῦ △, φανερὸν ὅτι καὶ πάντα
τὰ εἰρημένα ἐλάσσονά ἐστι τοῦ △ΩΨΧ χωρίου· φανερὸν
<lb n="25"/> οὖν ὅτι καὶ τὸ Β△Γ τρίγωνον μεῖζόν ἐστιν ἢ τριπλάσιον

<pb n="181"/>
τῶν ΦΖ, ΘΗ, lΠ τραπεζίων καὶ τοῦ lΓΟ τριγώνου, ἔλασσον
δὲ ἢ τριπλάσιον τῶν προγεγραμμένων.</p></div></div></body></text></TEI>