<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0552.tlg004.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="5"><lb n="5"/><head> ε΄.</head><p>Κύκλου δοθέντος καὶ εὐθείας ἐπιψαυούσας τοῦ κύκλου
δυνατόν ἐστιν ἀπὸ τοῦ κέντρου τοῦ κύκλου ἀγαγεῖν
εὐθεῖαν ἐπὶ τὰν ἐπιψαύουσαν, ὥστε τὰν μεταξὺ τᾶς
ἐπιψαυούσας καὶ τᾶς τοῦ κύκλου περιφερείας εὐθεῖαν
<lb n="10"/> ποτὶ τὰν ἐκ τοῦ κέντρου ἐλάσσονα λόγον ἔχειν ἢ ἁ
περιφέρεια τοῦ κύκλου ἁ μεταξὺ τᾶς ἁφᾶς καὶ τᾶς
διαχθείσας ποτὶ τὰν δοθεῖσαν ὁποιανοῦν κύκλου
περιφέρειαν.</p><figure><graphic url="http://heml.mta.ca/lace/sidebysideview2/12882220"/></figure><p>Δεδόσθω κύκλος ὁ ΑΒΓ, κέντρον δὲ αὐτοῦ τὸ Κ, καὶ
<lb n="15"/> ἐπιψαυέτω τοῦ κύκλου ἁ △Ζ κατὰ τὸ Β, δεδόσθω δὲ καὶ
κύκλου περιφέρεια ὁποιαοῦν δυνατὸν δέ ἐστι τᾶς δοθείσας
περιφερείας λαζεῖν τινα εὐθεῖαν μείζονα, καὶ ἔστω ἁ Ε
εὐθεῖα μείζων τᾶς δοθείσας περιφερείας · ἄχθῶ δὲ ἀπὸ
τοῦ Κ κέντρου παρὰ τὰν △Ζ ἁ ΑΗ, καὶ κείσθω ἁ ΗΘ ἴσα
<lb n="20"/> τᾷ Ε νεύουσα ἐπὶ τὸ Β. Ἀπὸ δὴ τοῦ Κ κέντρου ἐπὶ τὸ Θ

<pb n="18"/>
ἐπιζευχθεῖσα ἐκβεβλήσθω · τὸν αὐτὸν δὴ λόγον ἔχει ἁ
ΘΖ ποτὶ τὰν ΘΚ, ὃν ἁ ΒΘ ποτὶ τὰν ΘΗ. Ἁ ἄρα ΖΘ ποτὶ τὰν
ΘΚ ἐλάσσονα λόγον ἔχει τοῦ ὃν ἁ ΒΘ περιφέρεια ποτὶ
τὰν δοθεῖσαν περιφέρειαν, διότι ἁ μὲν ΒΘ εὐθεῖα ἐλάσσων
<lb n="5"/> ἐστὶ τᾶς ΒΘ περιφερείας, ἁ δὲ ΘΗ μείζων τᾶς δοθείσας
περιφερείας · ἐλάσσονα οὖν λόγον ἔχει καὶ ἁ ΖΘ ποτὶ
τὰν ἐκ τοῦ κέντρου ἢ ἁ ΒΘ περιφέρεια ποτὶ τὰν δοθεῖσαν
περιφέρειαν.</p></div></div></body></text></TEI>