γιγνομένων δὲ τούτων ἡ βουλὴ συνῆλθεν εἰς τὸ τῆς Πίστεως ἱερόν. καί μοι θαῦμα καταφαίνεται τὸ πολλάκις ἐν τοιοῖσδε φόβοις διὰ τῆς αὐτοκράτορος ἀρχῆς διασεσωσμένους τότε μηδʼ ἐπὶ νοῦν τὸν δικτάτορα λαβεῖν, ἀλλὰ χρησιμώτατον τοῖς προτέροις τόδε τὸ ἔργον εὑρεθὲν μηδʼ ἐν μνήμῃ τοῖς πολλοῖς ἄρα γενέσθαι μήτε τότε μήθʼ ὕστερον. κρίναντες δʼ ὅσα ἔκριναν ἐς τὸ Καπιτώλιον ἀνῄεσαν. καὶ πρῶτος αὐτοῖς ὁ μέγιστος ἀρχιερεὺς λεγόμενος ἐξῆρχε τῆς ὁδοῦ, Κορνήλιος Σκιπίων ὁ Νασικᾶς· ἐβόα τε μέγιστον ἕπεσθαί οἱ τοὺς ἐθέλοντας σῴζεσθαι τὴν πατρίδα καὶ τὸ κράσπεδον τοῦ ἱματίου ἐς τὴν κεφαλὴν περιεσύρατο, εἴτε τῷ παρασήμῳ τοῦ σχήματος πλέονάς οἱ συντρέχειν ἐπισπώμενος, εἴτε πολέμου τι σύμβολον τοῖς ὁρῶσιν ὡς κόρυθα ποιούμενος, εἴτε θεοὺς ἐγκαλυπτόμενος ὧν ἔμελλε δράσειν. ἀνελθόντι δὲ ἐς τὸ ἱερὸν καὶ τοῖς Γρακχείοις ἐπιδραμόντι εἶξαν μὲν ὡς κατʼ ἀξίωσιν ἀνδρὶ ἀρίστῳ, καὶ τὴν βουλὴν ἅμα οἱ θεωροῦντες ἐπιοῦσαν· οἱ δὲ τὰ ξύλα τῶν Γρακχείων αὐτῶν περισπάσαντες, ὅσα τε βάθρα καὶ ἄλλη παρασκευὴ ὡς ἐς ἐκκλησίαν συνενήνεκτο διελόντες, ἔπαιον αὐτοὺς καὶ ἐδίωκον καὶ ἐς τὰ ἀπόκρημνα κατερρίπτουν. κἀν τῷδε τῷ κυδοιμῷ πολλοί τε τῶν Γρακχείων καὶ Γράκχος αὐτός, εἱλούμενος περὶ τὸ ἱερόν, ἀνῃρέθη κατὰ τὰς θύρας παρὰ τοὺς τῶν βασιλέων ἀνδριάντας. καὶ πάντας αὐτοὺς νυκτὸς ἐξέρριψαν εἰς τὸ ῥεῦμα τοῦ ποταμοῦ. οὕτω μὲν δὴ Γράκχος, ὁ Γράκχου τοῦ δὶς ὑπατεύσαντος καὶ Κορνηλίας τῆς Σκιπίωνος τοῦ Καρχηδονίους τὴν ἡγεμονίαν ἀφελομένου παῖς, ἀρίστου βουλεύματος ἕνεκα, βιαίως αὐτῷ προσιών, ἀνῄρητο ἔτι δημαρχῶν ἐν τῷ Καπιτωλίῳ. καὶ πρῶτον ἐν ἐκκλησίᾳ τόδε μύσος γενόμενον οὐ διέλιπεν, αἰεί τινος ὁμοίου γιγνομένου παρὰ μέρος. ἡ δὲ πόλις ἐπὶ τῷ Γράκχου φόνῳ διῄρητο ἐς λύπην καὶ ἡδονήν, οἱ μὲν οἰκτείροντες αὑτούς τε κἀκεῖνον καὶ τὰ παρόντα ὡς οὐκέτι πολιτείαν, ἀλλὰ χειροκρατίαν καὶ βίαν, οἱ δʼ ἐξειργάσθαι σφίσιν ἡγούμενοι πᾶν, ὅσον ἐβούλοντο. καὶ τάδε μὲν ἦν, ὅτε Ἀριστόνικος Ῥωμαίοις περὶ τῆς ἀρχῆς ἐπολέμει τῆς ἐν Ἀσίᾳ· ἀναιρεθέντος δὲ Γράκχου καὶ τελευτήσαντος Ἀππίου Κλαυδίου, ἀντικαθίστανται μὲν ἐς τὸ τὴν γῆν ἅμα τῷ νεωτέρῳ Γράκχῳ διανέμειν Φούλβιος Φλάκκος καὶ Παπίριος Κάρβων, ἀμελούντων δὲ τῶν κεκτημένων αὐτὴν ἀπογράφεσθαι κατηγόρους ἐκήρυττον ἐνδεικνύναι. καὶ ταχὺ πλῆθος ἦν δικῶν χαλεπῶν· ὅση γὰρ ἄλλη πλησιάζουσα τῇδε ἐπέπρατο ἢ τοῖς συμμάχοις ἐπιδιῄρητο, διὰ τὸ τῆσδε μέτρον ἐξητάζετο ἅπασα, ὅπως τε ἐπέπρατο καὶ ὅπως ἐπιδιῄρητο, οὔτε τὰ συμβόλαια οὔτε τὰς κληρουχίας ἔτι ἐχόντων ἁπάντων· ἃ δὲ καὶ εὑρίσκετο, ἀμφίλογα ἦν. ἀναμετρουμένης τε αὐτῆς οἱ μὲν ἐκ πεφυτευμένης καὶ ἐπαύλεων ἐς ψιλὴν μετετίθεντο, οἱ δʼ ἐξ ἐνεργῶν ἐς ἀργὸν ἢ λίμνας ἢ τέλματα, οὐδὲ τὴν ἀρχὴν ὡς ἐπὶ δορικτήτοις ἀκριβῆ πεποιημένοι. καὶ τὸ κήρυγμα, τὴν ἀνέμητον ἐξεργάζεσθαι τὸν ἐθέλοντα προλέγον, ἐπῇρε πολλοὺς τὰ πλησίον ἐκπονοῦντας τὴν ἑκατέρας ὄψιν συγχέαι· χρόνος τε ἐπελθὼν ἐνεόχμωσε πάντα. καὶ τὸ τῶν πλουσίων ἀδίκημα καίπερ ὂν μέγα δυσεπίγνωστον ἦν. καὶ οὐδὲν ἀλλʼ ἢ πάντων ἀνάστασις ἐγίγνετο μεταφερομένων τε καὶ μετοικιζομένων ἐς ἀλλότρια. ταῦτά τε δὴ καὶ τὰς ἐπὶ τούτοις τῶν δικαζόντων ἐπείξεις οὐ φέροντες οἱ Ἰταλιῶται Κορνήλιον Σκιπίωνα, ὃς Καγχηδόνα ἐπόρθησεν, ἠξίουν προστάτην σφῶν ἀδικουμένων γενέσθαι. ὁ δʼ ἐς τοὺς πολέμους αὐτοῖς κεχρημένος προθυμοτάτοις ὑπεριδεῖν τε ὤκνησε καὶ παρελθὼν εἰς τὸ βουλευτήριον τὸν μὲν Γράκχου νόμον οὐκ ἔψεγε διὰ τὸν δῆμον σαφῶς, τὴν δὲ τοῦδε δυσχέρειαν ἐπεξιὼν ἠξίου τὰς δίκας οὐκ ἐπὶ τῶν διαιρούντων ὡς ὑπόπτων τοῖς δικαζομένοις, ἀλλʼ ἐφʼ ἑτέρων λέγεσθαι. ᾧ δὴ καὶ μάλιστα ἔπεισεν, εἶναι δοκοῦντι δικαίῳ· καὶ Τουδιτανὸς αὐτοῖς ὑπατεύων ἐδόθη δικάζειν. ἀλλʼ ὅδε μὲν ἁψάμενος τοῦ ἔργου καὶ τὴν δυσχέρειαν ἰδὼν ἐπʼ Ἰλλυριοὺς ἐστράτευε, πρόφασιν τήνδε ποιούμενος τοῦ μὴ δικάζειν· οἱ δὲ τὴν γῆν διανέμοντες, οὐκ ἀπαντῶντος ἐς αὐτοὺς οὐδενὸς ἐς δίκην, ἐπὶ ἀργίας ἦσαν. καὶ μῖσος ἐντεῦθεν ἤρξατο εἰς τὸν Σκιπίωνα τοῦ δήμου καὶ ἀγανάκτησις, ὅτι αὐτὸν ἀγαπήσαντες ἐπιφθόνως καὶ πολλὰ τοῖς δυνατοῖς ἐναντιωθέντες ὑπὲρ αὐτοῦ ὕπατόν τε δὶς ἑλόμενοι παρανόμως, ὑπὲρ τῶν Ἰταλιωτῶν ἀντιπεπραχότα σφίσιν ἑώρων. ταῦτα δʼ, ὅσοι τοῦ Σκιπίωνος ἦσαν ἐχθροί, κατιδόντες ἐβόων, ὡς λῦσαι τὸν Γράκχου νόμον ὅλως διεγνωκὼς μέλλοι πολὺν ἐπὶ τῷδε ἔνοπλον φόνον ἐργάσασθαι. ὧν ὁ δῆμος ἀκροώμενος ἐδεδίει, μέχρις ὁ Σκιπίων, ἑσπέρας παραθέμενος ἑαυτῷ δέλτον, εἰς ἣν νυκτὸς ἔμελλε γράψειν τὰ λεχθησόμενα ἐν τῷ δήμῳ, νεκρὸς ἄνευ τραύματος εὑρέθη, εἴτε Κορνηλίας αὐτῷ, τῆς Γράκχου μητρός, ἐπιθεμένης, ἵνα μὴ ὁ νόμος ὁ Γράκχου λυθείη, καὶ συλλαβούσης ἐς τοῦτο Σεμπρωνίας τῆς θυγατρός, ἣ τῷ Σκιπίωνι γαμουμένη διὰ δυσμορφίαν καὶ ἀπαιδίαν οὔτʼ ἐστέργετο οὔτʼ ἔστεργεν, εἴθʼ, ὡς ἔνιοι δοκοῦσιν, ἑκὼν ἀπέθανε συνιδών, ὅτι οὐκ ἔσοιτο δυνατὸς κατασχεῖν ὧν ὑπόσχοιτο. εἰσὶ δʼ οἳ βασανιζομένους φασὶ θεράποντας εἰπεῖν, ὅτι αὐτὸν ξένοι διʼ ὀπισθοδόμου νυκτὸς ἐπεισαχθέντες ἀποπνίξαιεν καὶ οἱ πυθόμενοι ὀκνήσαιεν ἐξενεγκεῖν διὰ τὸν δῆμον ὀργιζόμενον ἔτι καὶ τῷ θανάτῳ συνηδόμενον. Σκιπίων μὲν δὴ τεθνήκει καὶ οὐδὲ δημοσίας ταφῆς ἠξιοῦτο, μέγιστα δὴ τὴν ἡγεμονίαν ὠφελήσας· οὕτως ἡ παραυτίκα ὀργὴ τῆς ποτὲ χάριτος ἐπικρατεῖ. καὶ τόδε ὂν τηλικοῦτον οἷα πάρεργον ἐπὶ τῇ Γράκχου στάσει συνέπεσε.