ἅμα δʼ ἡμέρᾳ Νικομήδης μὲν ἐξέβαινε τῆς νεὼς πορφύραν τε βασιλικὴν ἠμφιεσμένος καὶ διάδημα ἐπικείμενος, Ἀνδρόνικος δʼ αὐτὸν ὑπαντιάσας τε καὶ βασιλέα προσειπὼν παρέπεμπε μετὰ στρατιωτῶν ὧν εἶχε πεντακοσίων. Μηνᾶς δὲ ὑποκρινόμενος τότε πρῶτον ᾐσθῆσθαι Νικομήδους παρόντος, ἐς τοὺς δισχιλίους διαδραμὼν ἐδυσφόρει. προϊὼν δὲ τῷ λόγῳ, δύο, ἔφη, βασιλέοιν, τοῦ μὲν ὄντος ἐν τῇ χώρᾳ τοῦ δʼ ἐπιόντος, ἀναγκαῖον ἡμῖν τὸ σφέτερον εὖ διατίθεσθαι καὶ τοῦ γενησομένου καλῶς τεκμαίρεσθαι, ὡς ἐν τῷδε τῆς ἡμετέρας σωτηρίας βεβαιουμένης, ἢν καλῶς προϊδώμεθα πότερος αὐτῶν ἐπικρατήσει. ὁ μὲν δὴ γέρων ἐστίν, ὁ δὲ νέος· καὶ Βιθυνοὶ τὸν μὲν ἀποστρέφονται, τὸν δὲ αἱροῦνται. Ῥωμαίων τε οἱ δυνατοὶ τὸν νεανίαν ἀγαπῶσι· καὶ Ἀνδρόνικος αὐτὸν ἤδη δορυφορῶν ὑποδείκνυσι τὴν Ἀττάλου συμμαχίαν, ἀρχήν τε μεγάλην ἔχοντος καὶ Βιθυνοῖς γειτονεύοντος καὶ ἐκ πολλοῦ τῷ Προυσίᾳ πεπολεμωμένου. λέγων δὲ ταῦθʼ ἅμα καὶ τὴν ὠμότητα τοῦ Προυσίου παρεγύμνου, καὶ ὅσα πονηρὰ πράξειεν ἐς ἅπαντας, καὶ τὸ κοινὸν ἐπὶ τοῖσδε Βιθυνῶν ἐς αὐτὸν ἔχθος. ὡς δὲ κἀκείνους εἶδε τὴν Προυσίου μοχθηρίαν ἀποστρεφομένους, ἦγεν αὐτοὺς ἐς τὸν Νικομήδην αὐτίκα, καὶ προσειπὼν καὶ ὅδε βασιλέα δεύτερος ἐπὶ Ἀνδρονίκῳ μετὰ τῶν δισχιλίων ἐδορυφόρει. Ἄτταλός τε τὸν νεανίαν προθύμως ὑπεδέχετο, καὶ τὸν Προυσίαν ἐκέλευσε τῷ παιδὶ πόλεις τέ τινας ἐς ἐνοίκησιν καὶ χώραν ἐς ἐφόδια δοῦναι. ὁ δʼ αὐτίκα δώσειν ἔφη τὴν Ἀττάλου βασιλείαν ἅπασαν, ἣν δὴ καὶ πρότερον Νικομήδει περιποιῶν ἐς Ἀσίαν ἐσβαλεῖν. ταῦτα δʼ εἰπὼν ἔπεμπεν ἐς Ῥώμην τοὺς Νικομήδους καὶ Ἀττάλου κατηγορήσοντάς τε καὶ προκαλεσομένους ἐς κρίσιν. οἱ δʼ ἀμφὶ τὸν Ἄτταλον εὐθὺς ἐχώρουν ἐς τὴν Βιθυνίαν, καὶ προσιοῦσιν αὐτοῖς οἱ Βιθυνοὶ κατʼ ὀλίγους προσετίθεντο. Προυσίας δʼ ἅπασιν ἀπιστῶν, καὶ Ῥωμαίους ἐλπίζων αὑτὸν ἐξαιρήσεσθαι τῆς ἐπιβουλῆς, Διήγυλιν τὸν Θρᾷκα, κηδεστὴν ὄντα οἱ, πεντακοσίους Θρᾷκας αἰτήσας καὶ λαβὼν τοῖσδε μόνοις τὸ σῶμα ἐπέτρεψεν, ἐς τὴν ἀκρόπολιν τὴν ἐν Νικαίᾳ καταφυγών· ὁ δὲ Ῥωμαίων στρατηγὸς ἐν ἄστει οὔτε αὐτίκα ἐπῆγεν ἐπὶ τὴν βουλὴν τοὺς τοῦ Προυσίου πρέσβεις, χαριζόμενος Ἀττάλῳ· ἐπαγαγών τέ ποτε, ψηφισαμένης τῆς βουλῆς τὸν στρατηγὸν αὐτὸν ἑλέσθαι τε καὶ πέμψαι πρέσβεις οἳ διαλύσουσι τὸν πόλεμον, εἵλετο τρεῖς ἄνδρας, ὧν ὁ μὲν τὴν κεφαλήν ποτε λίθῳ πληγεὶς ἀσχήμονας ἐπέκειτο ὠτειλάς, ὁ δὲ τοὺς πόδας διέφθαρτο ὑπὸ ῥεύματος, ὁ δʼ ἠλιθιώτατος ἐνομίζετο εἶναι, ὥστε Κάτωνα τὴν πρεσβείαν ἐπισκώπτοντα εἰπεῖν τὴν πρεσβείαν ταύτην μήτε νοῦν ἔχειν μήτε πόδας μήτε κεφαλήν.