χρόνῳ δʼ ὕστερον Ἀττάλῳ τι χαλεπήνας, τῷ Βασιλεῖ τῆς Ἀσίας τῆς περὶ τὸ Πέργαμον, τὴν γῆν ἐδῄου τὴν Ἀσιάδα. μαθοῦσα δʼ ἡ Ῥωμαίων βουλὴ προσέπεμπε τῷ Προυσίᾳ μὴ πολεμεῖν Ἀττάλῳ, φίλῳ Ῥωμαίων ὄντι καὶ συμμάχῳ. καὶ δυσπειθῶς ἔτι ἔχοντι οἱ πρέσβεις μετʼ ἀνατάσεως προσέτασσον πείθεσθαι τοῖς ὑπὸ τῆς συγκλήτου λεγομένοις, καὶ ἥκειν μετὰ χιλίων ἱππέων ἔς τι μεθόριον ἐπὶ συνθήκαις, ἔνθα καὶ τὸν Ἄτταλον ἔφασαν περιμένειν μετὰ τοσῶνδε ἑτέρων. ὁ δʼ ὡς ὀλίγων τῶν σὺν Ἀττάλῳ καταφρονήσας, καὶ ἐλπίσας αὐτὸν ἐνεδρεύσειν, προύπεμπε τοὺς πρέσβεις ὡς μετὰ χιλίων ἑπόμενος, πάντα δʼ ἀναστήσας τὸν στρατὸν ἦγεν ὡς ἐς μάχην. Ἀττάλου δὲ καὶ τῶν πρέσβεων αἰσθομένων τε καὶ διαφυγόντων ᾗ δυνατὸς αὐτῶν ἐγίγνετο ἕκαστος, ὁ δὲ καὶ τῶν σκευοφόρων τῶν Ῥωμαϊκῶν ὑπολειφθέντων ἥπτετο, καὶ χωρίον τι Νικηφόριον ἐξελὼν κατέσκαπτε, καὶ τοὺς ἐν αὐτῷ νεὼς ἐνεπίμπρη, Ἄτταλόν τε ἐς τὸ Πέργαμον συμφυγόντα ἐπολιόρκει, μέχρι καὶ τῶνδε οἱ Ῥωμαῖοι πυθόμενοι πρέσβεις ἑτέρους ἔπεμπον, οἳ τὸν Προυσίαν ἐκέλευον Ἀττάλῳ τὰς βλάβας ἀποτῖσαι. τότε οὖν καταπλαγεὶς ὁ Προυσίας ὑπήκουσε καὶ ἀνεχώρει. ποινὴν δὲ τῶν πρέσβεων ὁρισάντων αὐτὸν ἐσενεγκεῖν Ἀττάλῳ ναῦς καταφράκτους εἴκοσιν αὐτίκα καὶ ἀργυρίου σὺν χρόνῳ τάλαντα πεντακόσια, τάς τε ναῦς ἔδωκε καὶ τὰ χρήματα ἐν τῷ χρόνῳ συνέφερεν. ὄντι δʼ αὐτῷ διὰ μίσους τοῖς ὑπηκόοις ἐπὶ ὠμότητι χαλεπῇ, Νικομήδης υἱὸς ἦν, πάνυ τοῖς Βιθυνοῖς ἀρέσκων· ὅπερ ὁ Προυσίας ὑφορώμενος ἐς Ῥώμην αὐτὸν βιοῦν μετεστήσατο. καὶ μαθὼν εὐδοκιμοῦντα κἀκεῖ, προσέταξε τῆς βουλῆς δεηθῆναι τῶν ἔτι ὀφειλομένων Ἀττάλῳ χρημάτων αὐτὸν ἀπολῦσαι. Μηνᾶν τε αὐτῷ συμπρεσβεύσοντα ἔπεμπε· καὶ εἴρητο τῷ Μηνᾷ, εἰ μὲν ἐπιτύχοι τῆς ἀφέσεως τῶν χρημάτων, ἔτι φείδεσθαι τοῦ Νικομήδους, εἰ δὲ ἀποτύχοι, κτείνειν αὐτὸν ἐν Ῥώμῃ. κερκούρους τέ τινας ἐς τοῦτο συνέπεμψεν αὐτῷ, καὶ δισχιλίους στρατιώτας. ὁ δὲ τῆς μὲν ζημίας οὐκ ἀφεθείσης τῷ Προυσίᾳ Ἀ̔νδρόνικος γὰρ ἐπιπεμφθεὶς ἐς ἀντιλογίαν ὑπὸ Ἀττάλου τὴν ζημίαν ἀπέφαινεν ἐλάττονα τῆς ἁρπαγῆς̓, τὸν δὲ Νικομήδη λόγου καὶ σπουδῆς ἄξιον ὁρῶν, ἠπόρητο, καὶ οὔτε κτείνειν αὐτὸν ὑφίστατο οὔτε αὐτὸς ἐς Βιθυνίαν ἐπανιέναι διὰ δέος. ὅμως δʼ αὐτῷ βραδύνοντι συνεὶς ὁ νεανίσκος ἐς λόγους ἦλθεν, ἐθέλοντι κἀκείνῳ. συνθέμενοι δʼ ἐπιβουλεῦσαι τῷ Προυσίᾳ, τὸν Ἀττάλου πρεσβευτὴν Ἀνδρόνικον ἐς τὸ ἔργον προσέλαβον, ἵνα τὸν Ἄτταλον πείσειε τὸν Νικομήδη καταγαγεῖν ἐς Βιθυνίαν. ἀναμείναντες δʼ ἀλλήλους ἐν τῇ Βερνίκῃ, πολισματίῳ τινὶ τῆς Ἠπείρου, νυκτὸς ἐσβάντες ἐς ναῦν ἅ τε δέοι ποιεῖν συνετίθεντο, καὶ διελύθησαν ἔτι νυκτός.