Θρᾷκας Ἕλληνες ἡγοῦνται, τοὺς ἐς Ἴλιον μετὰ Ῥήσου στρατεύσαντας, Ῥήσου νυκτὸς ὑπὸ Διομήδους ἀναιρεθέντος ὃν τρόπον Ὅμηρος ἐν τοῖς ἔπεσι φράζει, φεύγοντας ἐπὶ τοῦ Πόντου τὸ στόμα, ᾗ στενώτατός ἐστιν ἐς Θρᾴκην ὁ διάπλους, οἱ μὲν οὐκ ἐπιτυχόντας πλοίων τῇδε καταμεῖναι καὶ τῆς γῆς κρατῆσαι Βεβρυκίας λεγομένης, οἱ δὲ περάσαντας ὑπὲρ τὸ Βυζάντιον ἐς τὴν Θρᾳκῶν τῶν Βιθυνῶν λεγομένων παρὰ Βιθύαν ποταμὸν οἰκῆσαι, καὶ λιμῷ πιεσθέντας ἐς Βεβρυκίαν αὖθις ἐπανελθεῖν, καὶ Βιθυνίαν ἀντὶ Βεβρυκίας, ἀπὸ τοῦ ποταμοῦ παρʼ ὃν ᾤκουν, ὀνομάσαι, ἢ καὶ τὸ ὄνομα αὐτοῖς ἀλόγως σὺν χρόνῳ παρατραπῆναι, οὐκ ἐς πολὺ τῆς Βιθυνίας παρὰ τὴν Βεβρυκίαν διαφερούσης. ὧδε μὲν ἔνιοι νομίζουσιν, ἕτεροι δὲ Βίθυν ἄρξαι πρῶτον αὐτῶν, παῖδα Διός τε καὶ Θρᾴκης, οὓς ἐπωνύμους ἑκατέρᾳ γῇ γενέσθαι. τάδε μὲν οὖν μοι προλελέχθω περὶ Βιθυνίας· τῶν δὲ πρὸ Ῥωμαίων αὐτῆς βασιλέων, ἐννέα καὶ τεσσαράκοντα ἐφεξῆς γενομένων, ὅτου μοι μάλιστα μνημονεῦσαι προσήκει τὰ Ῥωμαίων συγγράφοντι, Προυσίας ἦν ὁ κυνηγὸς ἐπίκλησιν, ᾧ Περσεὺς ὁ Μακεδόνων βασιλεὺς τὴν ἀδελφὴν ἠγγύησεν. καὶ οὐ πολὺ ὕστερον Περσέως καὶ Ῥωμαίων ἐς χεῖρας ἐπʼ ἀλλήλους ἰόντων, ὁ Προυσίας οὐδετέροις συνεμάχει. Περσέως δʼ ἁλόντος ἀπήντησε τοῖς Ῥωμαίων στρατηγοῖς εἷμά τε Ῥωμαϊκὸν ἀμπεχόμενος, ὃ καλοῦσι τήβεννον, καὶ ὑποδήματα ἔχων Ἰταλικά, τὴν κεφαλὴν ἐξυρημένος καὶ πῖλον ἐπικείμενος, ᾧ τρόπῳ τινὲς προΐασι τῶν ἐν διαθήκαις ἐλευθερωθέντων, αἰσχρὸς ὢν καὶ τἆλλα ὀφθῆναι καὶ βραχύς. ἐντυχὼν δʼ αὐτοῖς ἔφη ῥωμαϊστὶ τῷ ῥήματι Ῥωμαίων εἰμὶ λίβερτος, ὅπερ ἐστὶν ἀπελεύθερος. γέλωτα δὲ παρασχὼν ἐς Ῥώμην ἐπέμφθη, καὶ φανεὶς κἀνταῦθα γελοῖος ἔτυχε συγγνώμης.