γένη δʼ ἔστιν Ἰλλυριῶν, ὡς ἐν τοσῇδε χώρᾳ, πολλά. καὶ περιώνυμα ἔτι νῦν, χώραν νεμόμενα πολλὴν, Σκορδίσκων καὶ Τριβαλλῶν, οἳ ἐς τοσοῦτον ἀλλήλους πολέμῳ διέφθειραν ὡς Τριβαλλῶν εἴ τι ὑπόλοιπον ἦν ἐς Γέτας ὑπὲρ Ἴστρον φυγεῖν, καὶ γένος ἀκμάσαν μέχρι Φιλίππου τε καὶ Ἀλεξάνδρου νῦν ἔρημον καὶ ἀνώνυμον τοῖς τῇδε εἶναι, Σκορδίσκους δὲ ἀσθενεστάτους ἀπὸ τοῦδε γενομένους ὑπὸ Ῥωμαίων ὕστερον ὅμοια παθεῖν καὶ ἐς τὰς νήσους τοῦ αὐτοῦ ποταμοῦ φυγεῖν, σὺν χρόνῳ δέ τινας ἐπανἐλθεῖν καὶ Παιόνων ἐσχατιαῖς παροικῆσαι· ὅθεν ἔστι καὶ νῦν Σκορδίσκων γένος ἐν Παίοσιν. τῷ δʼ αὐτῷ τρόπῳ καὶ Ἀρδιαῖοι τὰ θαλάσσια ὄντες ἄριστοι πρὸς Αὐταριέων ἀρίστων ὄντων τὰ κατὰ γῆν, πολλὰ βλάψαντες αὐτούς, ὅμως ἐφθάρησαν. καὶ ναυτικοὶ μὲν ἐπὶ τοῖς Ἀρδιαίοις ἐγένοντο Λιβυρνοί, γένος ἕτερον Ἰλλυριῶν, οἳ τὸν Ἰόνιον καὶ τὰς νήσους ἐλῄστευον ναυσὶν ὠκείαις τε καὶ κούφαις, ὅθεν ἔτι νῦν Ῥωμαῖοι τὰ κοῦφα καὶ ὀξέα δίκροτα Λιβυρνίδας προσαγορεύουσιν. Αὐταριέας δὲ φασὶν ἐκ θεοβλαβείας Ἀπόλλωνος ἐς ἔσχατον κακοῦ περιελθεῖν. Μολιστόμῳ γὰρ αὐτοὺς καὶ Κελτοῖς τοῖς Κίμβροις λεγομένοις ἐπὶ Δελφοῦς συστρατεῦσαι, καὶ φθαρῆναι μὲν αὐτίκα τοὺς πλέονας αὐτῶν πρὸ ἐπιχειρήσεως, ὑετῶν σφίσι καὶ θυέλλης καὶ πρηστήρων ἐμπεσοντων, ἐπιγενέσθαι δὲ τοῖς ὑποστρέψασιν ἄπειρον βατράχων πλῆθος, οἳ διασαπέντες τὰ νάματα διέφθειραν. καὶ ἐκ τῆς γῆς ἀτμῶν ἀτόπων γενομένων λοιμὸς ἦν Ἰλλυριῶν καὶ φθόρος Αὐταριέων μάλιστα, μέχρι φεύγοντες τὰ οἰκεῖα, καὶ τὸν λοιμὸν σφίσι περιφέροντες, οὐδενὸς αὐτοὺς δεχομένου διὰ τοῦτο τὸ δέος ὑπερῆλθον ὁδὸν ἡμερῶν εἴκοσι καὶ τριῶν, καὶ τὴν Γετῶν ἑλώδη καὶ ἀοίκητον, παρὰ τὸ Βαστερνῶν ἔθνος, ᾤκησαν. Κελτοῖς δὲ ὁ θεὸς τὴν γῆν ἔσεισε καὶ τὰς πόλεις κατήνεγκε· καὶ τὸ κακὸν οὐκ ἔληγε, μέχρι καὶ οἵδε τὰ οἰκεῖα φεύγοντες ἐνέβαλον ἐς Ἰλλυριοὺς τοὺς συναμαρτοντας σφίσιν, ἀσθενεῖς ὑπὸ τοῦ λοιμοῦ γενομένους, καὶ ἐδῄωσάν τε τὰ ἐκείνων, καὶ τοῦ λοιμοῦ μετασχόντες ἔφυγον καὶ μέχρι Πυρήνης ἐλεηλάτουν. ἐπιστρέφουσι δʼ αὐτοῖς ἐς τὴν ἕω, Ῥωμαῖοι, δεδιότες ὑπὸ μνήμης τῶν προπεπολεμηκότων σφίσι Κελτῶν, μὴ καὶ οἵδε ἐς τὴν Ἰταλίαν ὑπὲρ Ἄλπεις ἐσβάλοιεν, ἀπήντων ἅμα τοῖς ὑπάτοις καὶ πανστρατιᾷ διώλλυντο. καὶ τὸ πάθος τοῦτο Ῥωμαίων μέγα δέος Κελτῶν ἐς ὅλην τὴν Ἰταλίαν ἐνέβαλε, μέχρι Γάιον Μάριον ἑλόμενοι σφῶν οἱ Ῥωμαῖοι στρατηγεῖν, ἄρτι Λιβύων τοῖς Νομάσι καὶ Μαυρουσίοις ἐγκρατῶς πεπολεμηκότα, τοὺς Κίμβρους ἐνίκων καὶ πολὺν φόνον αὐτῶν εἰργάσαντο πολλάκις, ὥς μοι περὶ Κελτῶν λέγοντι εἴρηται. οἱ δὲ ἀσθενεῖς τε ἤδη γενόμενοι καὶ πάσης γῆς ἀποκλειόμενοι διὰ τὸ ἀσθενές, ἐς τὰ οἰκεῖα ἐπανῆλθον πολλὰ καὶ δράσαντες καὶ παθόντες.