τὸ δὲ λοιπὸν τοῦ θέρους ἀμφότεροι περὶ σιτολογίαν ἐγίγνοντο, Περσεὺς μὲν ἐν τοῖς πεδίοις ἁλωνευόμενος, Ῥωμαῖοι δὲ ἐν τῷ στρατοπέδῳ. Suid. v. ἁλωνευόμενος . ὃς δὲ πρῶτος ἐξῆρχε τοῦ πόνου, ἑξηκοντούτης ὢν καὶ βαρὺς τὸ σῶμα καὶ πιμελής. id. v. πιμελής . τότε δὲ ἔθει τις δρόμῳ δηλώσων τῷ Περσεῖ λουομένῳ καὶ τὸ σῶμα ἀναλαμβάνοντι. ὁ δὲ ἐξήλατο τοῦ ὕδατος βοῶν ὅτι ἑαλώκοι πρὸ τῆς μάχης. id. v. ἀναλαμβάνειν b.