<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0551.tlg011.perseus-grc2" xml:lang="grc"><div n="XI" type="textpart" subtype="fragment"><cit><quote xml:lang="grc"><p><milestone n="1" unit="section"/>ὅτι Ῥωμαῖοι ταχέως αὐξανόμενον
              τὸν Περσέα ὑφεωρῶντο· καὶ μάλιστα αὐτοὺς ἠρέθιζεν ἡ τῶν Ἑλλήνων φιλία καὶ γειτνίασις,
              οἷς ἔχθος ἐς Ῥωμαίους ἐπεποιήκεσαν οἱ Ῥωμαίων στρατηγοί. ὡς δὲ καὶ οἱ πρέσβεις οἱ ἐς
              Βαστέρνας ἀπεσταλμένοι τὴν Μακεδονίαν ἔφασκον ἰδεῖν ἀσφαλῶς ὠχυρωμένην καὶ παρασκευὴν
              ἱκανὴν καὶ νεότητα γεγυμνασμένην, Ῥωμαίους καὶ τάδε διετάρασσεν. αἰσθόμενος δʼ ὁ
              Περσεὺς ἑτέρους ἔπεμπε πρέσβεις, τὴν ὑπόνοιαν ἐκλύων. ἐν δὲ τούτῳ καὶ Εὐμένης ὁ τῆς
              περὶ τὸ Πέργαμον Ἀσίας βασιλεύς, ἀπὸ τῆς πρὸς Φίλιππον ἔχθρας δεδιὼς Περσέα ἧκεν ἐς
              Ῥώμην, καὶ κατηγόρει φανερῶς αὐτοῦ, παρελθὼν ἐς τὸ βουλευτήριον, ὅτι Ῥωμαίοις δυσμενὴς
              γένοιτο ἀεί, καὶ τὸν ἀδελφὸν οἰκείως ἐς αὐτοὺς ἔχοντα ἀνέλοι, καὶ Φιλίππῳ τε
              παρασκευὴν τοσήνδε κατʼ αὐτῶν συναγαγόντι συμπράξειε, καὶ βασιλεὺς γενόμενος οὐδὲν
              ἐκλύσειεν αὐτῆς ἀλλὰ καὶ προσεξεργάσαιτο ἕτερα, καὶ τὴν Ἑλλάδα ἀμέτρως θεραπεύοι,
              Βυζαντίοις τε καὶ Αἰτωλοῖς καὶ Βοιωτοῖς συμμαχήσας, καὶ Θρᾴκην κατακτῷτο, μέγα
              ὁρμητήριον, καὶ Θετταλοὺς καὶ Περραιβοὺς διαστασιάσειε βουλομένους τι πρεσβεῦσαι πρὸς
              ὑμᾶς.</p><milestone n="2" unit="section"/><p><q rend="double">καὶ τῶν ὑμετέρων,</q> ἔφη, <q rend="double">φίλων καὶ
                συμμάχων Ἀβρούπολιν μὲν ἀφῄρηται τὴν ἀρχήν, Ἀρθέταυρον δʼ ἐν Ἰλλυριοῖς δυνάστην καὶ
                ἔκτεινεν ἐπιβουλεύσας, καὶ τοὺς ἐργασαμένους ὑποδέδεκται.</q> διέβαλλε δʼ αὐτοῦ καὶ
              τὰς ἐπιγαμίας βασιλικὰς ἄμφω γενομένας, καὶ τὰς νυμφαγωγίας ὅλῳ τῷ Ῥοδίων στόλῳ
              παραπεμφθείσας. ἔγκλημα δʼ ἐποίει καὶ τὴν ἐπιμέλειαν αὐτοῦ καὶ τὸ νηφάλιον τῆς
              διαίτης, ὄντος οὕτω νέου, καὶ ὅτι πρὸς πολλῶν ὀξέως ἐν ὀλίγῳ ἀγαπῷτο καὶ ἐπαινοῖτο.
              ζήλου τε καὶ φθόνου καὶ δέους μᾶλλον ἢ ἐγκλημάτων οὐδὲν ὁ Εὐμένης ἀπολιπών, ἐκέλευε
              τὴν σύγκλητον ὑφορᾶσθαι νέον ἐχθρὸν εὐδοκιμοῦντα καὶ γειτονεύοντα.</p><milestone n="3" unit="section"/><p>ἡ δʼ ἔργῳ μὲν οὐκ ἀξιοῦσα βασιλέα σώφρονα καὶ
              φιλόπονον καὶ ἐς πολλοὺς φιλάνθρωπον, ἀθρόως οὕτως ἐπαιρόμενον καὶ πατρικὸν ὄντα
              σφίσιν ἐχθρόν, ἐν πλευραῖς ἔχειν, λόγῳ δʼ ἃ προύτεινεν ὁ Εὐμένης αἰτιωμένη, πολεμεῖν
              ἔκρινε τῷ Περσεῖ. καὶ τοῦτʼ ἀπόρρητον ἔτι ἐν σφίσιν αὐτοῖς ποιούμενοι, Ἅρπαλόν τε
              πεμφθέντα παρὰ Περσέως ἐς ἀντιλογίαν Εὐμένους, καὶ Ῥοδίων τινὰ πρεσβευτήν, βουλομένους
              ἐς ὄψιν τὸν Εὐμένη διελέγχειν, παρόντος μὲν ἔτι τοῦ Εὐμένους οὐ προσήκαντο,
              μεταστάντος δὲ ἐδέξαντο. καὶ οἱ μὲν ἐπὶ τῷδε πρῶτον ἀγανακτοῦντές τε καὶ παρρησίᾳ
              χρώμενοι πλέον πολεμεῖν βουλομένους ἤδη Ῥωμαίους Περσεῖ καὶ Ῥοδίοις μᾶλλον ἐξηγρίωσαν·
              τῶν δὲ βουλευτῶν πολλοὶ τὸν Εὐμένη διʼ αἰτίας εἶχον ὑπὸ φθόνου καὶ δέους αἴτιον
              τοσοῦδε πολέμου γενόμενον. καὶ Ῥόδιοι τὴν θεωρίαν αὐτοῦ, μόνου βασιλέων, ἐς τὴν ἑορτὴν
              τοῦ Ἡλίου πεμπομένην οὐκ ἐδέξαντο.</p><milestone n="4" unit="section"/><p>αὐτὸς δʼ ἐς τὴν Ἀσίαν ἐπανιὼν ἐκ Κίρρας ἐς
              Δελφοὺς ἀνέβαινε θύσων, καὶ αὐτῷ τέσσαρες ἄνδρες ὑπὸ τὸ τειχίον ὑποστάντες
              ἐπεβούλευον. καὶ ἄλλας δέ τινας αἰτίας οἱ Ῥωμαῖοι ἐς τὸν Περσέως πόλεμον ὡς οὔπω
              κεκριμένον προσελάμβανον, καὶ πρέσβεις ἐς τοὺς φίλους βασιλέας, Εὐμένη καὶ Ἀντίοχον
              καὶ Ἀριαράθην καὶ Μασσανάσσην καὶ Πτολεμαῖον τὸν Αἰγύπτου, περιέπεμπον, ἑτέρους δʼ ἐς
              τὴν Ἑλλάδα καὶ Θεσσαλίαν καὶ Ἤπειρον καὶ Ἀκαρνανίαν, καὶ ἐς τὰς νήσους, ὅσας δύναιντο
              προσαγαγέσθαι· ὃ καὶ μάλιστα τοὺς Ἕλληνας ἐτάραττεν, ἡδομένους μὲν τῷ Περσεῖ φιλέλληνι
              ὄντι, ἀναγκαζομένους δʼ ἐνίους Ῥωμαίοις ἐς συμβάσεις χωρεῖν.</p><milestone n="5" unit="section"/><p>ὧν ὁ Περσεὺς αἰσθόμενος ἔπεμπεν ἐς Ῥώμην, ἀπορῶν
              τε καὶ πυνθανόμενος τί παθόντες ἐκλήθονται τῶν συγκειμένων καὶ πρέσβεις κατʼ αὐτοῦ
              περιπέμπουσιν ὄντος φίλου, δέον, εἰ καί τι μέμφονται, λόγῳ διακριθῆναι. οἱ δʼ
              ἐνεκάλουν ὅσα Εὐμένης εἴποι καὶ πάθοι, καὶ μάλιστα ὅτι Θρᾴκην κατακτῷτο, καὶ στρατιὰν
              ἔχοι καὶ παρασκευὴν οὐκ ἠρεμήσοντος ἀνδρός. ὁ δʼ αὖθις ἔπεμπεν ἑτέρους, οἳ ἐς τὸ
              βουλευτήριον ἀπαχθέντες ἔλεγον ὧδε·
            <q rend="double" type="spoken">τοῖς μὲν προφάσεως ἐς πόλεμον, ὦ Ῥωμαῖοι, δεομένοις ἱκανὰ πάντα ἐς τὴν πρόφασιν
                ἐστίν. εἰ δʼ αἰδεῖσθε συνθήκας οἱ πολὺν ἀξιοῦντες αὐτῶν λόγον ἔχειν, τί παθόντες ὑπὸ
                Περσέως αἴρεσθε πόλεμον; οὐ γὰρ ὅτι στρατιὰν ἔχει καὶ παρασκευήν. οὐ γὰρ ἔχει ταῦτα
                καθʼ ὑμῶν. οὐδὲ τοὺς ἄλλους κεκτῆσθαι βασιλέας κωλύετε· οὐδʼ ἄδικον ἀσφαλῶς ἔχειν ἐς
                τοὺς ἀρχομένους καὶ τὰ περίοικα, καὶ εἴ τις ἔξωθεν ἐπιβουλεύοι. πρὸς δὲ ὑμᾶς, ὦ
                ἄνδρες Ῥωμαῖοι, ὑπὲρ τῆς εἰρήνης ἐπρέσβευσε καὶ τὰς συνθήκας ἔναγχος
                ἀνεκαίνισεν.</q></p><milestone n="6" unit="section"/><p><q rend="double" type="spoken">ἀλλʼ Ἀβρούπολιν ἐξέβαλε τῆς ἀρχῆς. ἐπιδραμόντα γε τοῖς ἡμετέροις ἀμυνόμενος. καὶ
                τοῦτʼ αὐτὸς ὑμῖν ἐδήλωσε Περσεύς, καὶ τὰς συνθήκας αὐτῷ μετὰ τοῦτο ἀνενεώσασθε, οὔπω
                διαβάλλοντος Εὐμένους. τὸ μὲν δὴ περὶ Ἀβρούπολιν καὶ πρεσβύτερόν ἐστι τῶν συνθηκῶν,
                καὶ παρʼ ὑμῖν, ὅτε συνετίθεσθε, δίκαιον ἐφάνη. Δόλοψι γὰρ ἐπεστράτευσεν οὖσι τῆς
                ἰδίας ἀρχῆς, καὶ δεινὸν εἰ τῶν ἑαυτοῦ λογισμὸν ὑμῖν ὀφλήσει. δίδωσι δʼ ὅμως, περὶ
                πολλοῦ ποιούμενος ὑμᾶς τε καὶ δόξαν ἀγαθήν. ἔκτειναν δʼ οἱ Δόλοπες οἵδε τὸν
                ἡγούμενον αὐτῶν αἰκισάμενοι, καὶ ζητεῖ Περσεὺς τί ἂν ὑμεῖς ἐδράσατε τοὺς ὑπηκόους
                τοιαῦτα πράξαντας. ἀλλʼ Ἀρθέταυρόν τινες ἀνελοντες ἐν Μακεδονίᾳ διέτριβον. κοινῷ γε
                πάντων ἀνθρώπων νόμῳ, καθὰ καὶ ὑμεῖς τοὺς ἑτέρωθεν φεύγοντας ὑποδέχεσθε. μαθὼν δὲ
                καὶ τοῦθʼ ὅτι ἔγκλημα ποιεῖσθε, ἐξεκήρυξεν αὐτοὺς τῆς ἀρχῆς ὅλης.</q></p><milestone n="7" unit="section"/><p><q rend="double; merge" type="spoken">Βυζαντίοις δὲ καὶ Αἰτωλοῖς καὶ Βοιωτοῖς οὐ καθʼ ὑμῶν ἀλλὰ καθʼ ἑτέρων συνεμάχησεν.
                καὶ ταῦτα πάλαι ὑμῖν ἡμέτεποι πρέσβεις ἐμήνυον, καὶ οὐκ ἐμέμφεσθε μέχρι τῆς Εὐμένους
                διαβολῆς, ἣν οὐκ εἰάσατε τοὺς ἡμετέρους πρέσβεις ἐς ὄψιν αὐτὸν ἐλέγξαι. ἀλλὰ τὴν
                ἐπιβουλὴν τὴν ἐν Δελφοῖς αὐτῷ γενομένην προσγράφετε Περσεῖ, πόσων Ἑλλήνων, πόσων δὲ
                βαρβάρων κατʼ Εὐμένους πρεσβευσάντων πρὸς ὑμᾶς οἷς πᾶσιν ἐχθρός ἐστι τοιοῦτος ὤν.
                Ἐρέννιον δὲ τὸν ἐν Βρεντεσίῳ τίς ἂν πιστεύσειεν ὅτι Περσεύς, Ῥωμαῖον ὄντα καὶ φίλον
                ὑμέτερον καὶ πρόξενον, εἴληφεν ἐπὶ τὴν τῆς βουλῆς φαρμακείαν, ὡς ἀναλῶσαι τὴν
                σύγκλητον διʼ αὐτοῦ δυνάμενος, ἢ τοὺς ὑπολοίπους εὐμενεστέρους ἕξων διὰ τοὺς
                ἀναιρουμένους; ἀλλʼ Ἐρέννιος μὲν ἐψεύσατο τοῖς ἐπιτρίβουσιν ἐς τὸν πόλεμον ὑμᾶς
                πρόφασιν εὐσχήμονα διδούς, Εὐμένης δʼ ὑπʼ ἔχθρας τε καὶ φθόνου καὶ δέους οὐδὲ ταῦτʼ
                ὤκνησεν ἐγκαλέσαι Περσεῖ, ὅτι πολλοῖς ἔθνεσι κεχαρισμένος καὶ φιλέλλην, καὶ σωφρόνως
                ἀντὶ μέθης καὶ τρυφῆς ἄρχει. καὶ ταῦθʼ ὑμεῖς αὐτοῦ λέγοντος ὑπέστητε
                ἀκροάσασθαι.</q></p><milestone n="8" unit="section"/><p><q rend="double; merge" type="spoken">τοιγάρτοι τὴν ἐκείνου διαβολὴν αὔξετε καθʼ ὑμῶν ὡς οὐ φέροντες σώφρονας καὶ
                δικαίους καὶ φιλοπόνους γείτονας. Περσεὺς δʼ Ἐρέννιον μὲν καὶ Εὐμένη, καὶ εἴ τις
                ἄλλος ἐθέλοι, προκαλεῖται παρʼ ὑμῖν ἐς ἐξέτασιν καὶ κρίσιν, ὑμᾶς δʼ ἀναμιμνήσκει μὲν
                τῆς ἐς Ἀντίοχον τὸν μέγαν τοῦ πατρὸς ἑαυτοῦ προθυμίας καὶ βοηθείας, ἧς ἐπιγιγνομένης
                καλῶς ᾐσθάνεσθε, αἰσχρὸν δὲ παρελθούσης ἐπιλαθέσθαι, προφέρει δὲ συνθήκας πατρῴας τε
                καὶ ἰδίας πρὸς αὐτὸν ὑμῖν γενομένας. καὶ ἐπὶ τοῖσδε οὐκ ὀκνεῖ καὶ παρακαλεῖν ὑμᾶς,
                θεοὺς οὓς ὠμόσατε αἰδεῖσθαι, καὶ μὴ πολέμου κατάρχειν ἀδίκως ἐς φίλους, μηδʼ ἔγκλημα
                ποιεῖσθαι γειτνίασιν καὶ σωφροσύνην καὶ παρασκευήν, οὐ γὰρ ἄξιον, ὡς Εὐμένους, καὶ
                ὑμῶν ἅπτεσθαι φθόνον ἢ φόβον. τὸ δὲ ἐναντίον ἐστὶ σῶφρον, φείδεσθαι γειτόνων
                ἐπιμελῶν, καὶ ὡς Εὐμένης φησίν, εὖ παρεσκευασμένων.</q></p><milestone n="9" unit="section"/><p>οἱ μὲν δὴ πρέσβεις τοιαῦτα εἶπον, οι δὲ οὐδὲν
              αὐτοῖς ἀποκρινάμενοι τὸν πόλεμον ἐς τὸ φανερὸν ἐκύρουν. καὶ ὁ ὕπατος ἐκέλευε τοὺς
              πρέσβεις ἐκ μεν τῆς πόλεως αὐτῆς ἡμέρας, ἐκ δὲ τῆς Ἰταλίας τριάκοντα ἄλλαις ἐξιέναι.
              τὰ δὲ αὐτὰ καὶ τοῖς ἐπιδημοῦσι Μακεδόνων ἐκήρυττεν. καὶ θόρυβος αὐτίκα μετὰ τὸ
              βουλευτήριον ἐπίφθονος ἦν, ἐν ὀλίγαις ὥραις ἐλαυνομένων τοσῶνδε ὁμοῦ, καὶ οὐδὲ
              ὑποζύγια εὑρεῖν ἐν οὕτω βραχεῖ διαστήματι, οὐδὲ πάντα φέρειν δυναμένων. ὑπὸ δὲ σπουδῆς
              οἱ μὲν οὐκ ἔφθανον ἐπὶ τοὺς σταθμούς, ἀλλʼ ἐν μέσαις ἀνεπαύοντο ταῖς ὁδοῖς, οἱ δὲ παρὰ
              ταῖς πύλαις μετὰ παίδων ἑαυτοὺς ἐρρίπτουν καὶ μετὰ γυναικῶν. πάντα τε ἐγίγνετο ὅσα
              εἰκος ἐν αἰφνιδίῳ καὶ τοιῷδε κηρύγματι· αἰφνίδιον γὰρ αὐτοῖς ἐφαίνετο διὰ τὰς ἔτι
              πρεσβείας.</p></quote><bibl xml:lang="lat">u. p. 364.</bibl></cit></div><div n="XII" type="textpart" subtype="fragment"><cit><quote xml:lang="grc"><p>ὅτι μετὰ τὴν νίκην ὁ Περσεύς, εἴτʼ ἐπιγελῶν Κράσσῳ καὶ τωθάζων
              αὐτόν, εἴτʼ ἀποπειρώμενος ὅπως ἔτι φρονήματος ἔχοι, εἴτε τὴν Ῥωμαίων δύναμίν τε καὶ
              παρασκευὴν ὑφορώμενος, εἴθʼ ἑτέρῳ τῳ λογισμῷ, προσέπεμπεν αὐτῷ περὶ διαλλαγῶν, καὶ
              πολλὰ δώσειν ὑπισχνεῖτο ὧν ὁ πατὴρ Φίλιππος οὐ συνεχώρει· ᾧ καὶ μᾶλλον ὕποπτος ἦν
              ἐπιγελῶν καὶ πειρώμενος. ὁ δὲ Περσεῖ μὲν ἀπεκρίνατο Ῥωμαίων ἀξίας οὐκ εἶναι διαλύσεις
              αὐτῷ, εἰ μὴ καὶ Μακεδόνας καὶ ἑαυτὸν ἐπιτρέψειε Ῥωμαίοις· αἰδούμενος δʼ ὅτι Ῥωμαῖοι
              τῆς ἥττης κατῆρξαν, ἐκκλησίαν συναγαγὼν Θεσσαλοῖς μὲν ἐμαρτύρησεν ὡς ἀνδράσιν ἀγαθοῖς
              περὶ τὴν συμφορὰν γενομένοις, Αἰτωλῶν δὲ καὶ ἑτέρων Ἑλλήνων κατεψεύσατο ὡς πρώτων
              τραπέντων. καὶ τούτους ἐς Ῥώμην ἔπεμψεν.</p></quote><bibl xml:lang="lat">id. p. 369.</bibl></cit></div><div n="XIII" type="textpart" subtype="fragment"><cit><quote xml:lang="grc"><p>τὸ δὲ λοιπὸν τοῦ θέρους ἀμφότεροι περὶ σιτολογίαν ἐγίγνοντο,
              Περσεὺς μὲν ἐν τοῖς πεδίοις ἁλωνευόμενος, Ῥωμαῖοι δὲ ἐν τῷ στρατοπέδῳ.</p></quote><bibl xml:lang="lat">Suid. v. <foreign xml:lang="grc">ἁλωνευόμενος</foreign>.</bibl></cit></div><div n="XIV" type="textpart" subtype="fragment"><cit><quote xml:lang="grc"><p>ὃς δὲ πρῶτος ἐξῆρχε τοῦ πόνου, ἑξηκοντούτης ὢν καὶ βαρὺς τὸ σῶμα
              καὶ πιμελής.</p></quote><bibl xml:lang="lat">id. v. <foreign xml:lang="grc">πιμελής</foreign>.</bibl></cit></div><div n="XV" type="textpart" subtype="fragment"><cit><quote xml:lang="grc"><p>τότε δὲ ἔθει τις δρόμῳ δηλώσων τῷ Περσεῖ λουομένῳ καὶ τὸ σῶμα
              ἀναλαμβάνοντι. ὁ δὲ ἐξήλατο τοῦ ὕδατος βοῶν ὅτι ἑαλώκοι πρὸ τῆς μάχης.</p></quote><bibl xml:lang="lat">id. v. <foreign xml:lang="grc">ἀναλαμβάνειν</foreign> b.</bibl></cit></div></div></body></text></TEI>