<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0551.tlg011.perseus-grc2" xml:lang="grc"><div n="IV" type="textpart" subtype="fragment"><cit><quote xml:lang="grc"><p>ὅτι μετʼ οὐ πολὺ Φίλιππος μὲν τῶν ὑπηκόων τοῖς ἐπὶ θαλάσσης
              στόλον ἐπαγγείλας, Σάμον καὶ Χίον εἷλε, καὶ μέρος τῆς Ἀττάλου γῆς ἐπόρθησε, καὶ αὐτῆς
              ἀπεπείρασε Περγάμου, μὴ φειδόυενος ἱερῶν ἢ τάφων, τήν τε Ῥοδίων περαίαν ἐδῄου
              διαλλακτήρων οἱ γεγονότων, καὶ ἑτέρῳ μέρει στρατοῦ τὴν Ἀττικὴν ἐλυμαίνετο καὶ τὰς
              Ἀθήνας ἐπολιόρκει, ὡς οὐδὲν τῶνδε Ῥωμαίοις προσηκόντων. λόγος τε ἦν ὅτι Φίλιππος καὶ
              Ἀντίοχος ὁ Σύρων βασιλεὺς ὑπόσχοιντο ἀλλήλοις, Ἀντιόχῳ μὲν ὁ Φίλιππος συστρατεύσειν
              ἐπί τε Αἴγυπτον καὶ ἐπὶ Κύπρον, ὧν τότε ἦρχεν ἔτι παῖς ὢν Πτολεμαῖος ὁ τέταρτος, ᾧ
              φιλοπάτωρ ἐπώνυμον ἦν, Φιλίππῳ δʼ Ἀντίοχος ἐπὶ Κυρήνην καὶ τὰς Κυκλάδας νήσους καὶ
              Ἰωνίαν.</p><p>καὶ τήνδε τὴν δόξαν, ἐκταράσσουσαν ἅπαντας Ῥόδιοι μὲν Ῥωμαίοις ἐμήνυσαν, ἐπὶ δὲ τοῖς
              Ῥοδίων Ἀθηναίων πρέσβεις ᾐτιῶντο Φίλιππον τῆς πολιορκίας. καὶ Αἰτωλοὶ μεταγιγνώσκοντες
              κατηγόρουν ὡς καὶ περὶ σφᾶς ἀπίστου γεγονότος, ἠξίουν τε αὖθις ἐς τοὺς Ῥωμαίων
              συμμάχους ἐγγραφῆναι. Ῥωμαῖοι δʼ Αἰτωλοῖς ἐμέμψαντο τῆς οὐ πρὸ πολλοῦ μεταβολῆς,
              πρέσβεις δʼ ἐς τοὺς βασιλέας ἔπεμπον, οἳ προηγόρευον αὐτοῖς Ἀντίοχον μὲν Αἰγύπτῳ μὴ
              ἐπιχειρεῖν, Φίλιππον δὲ μηδὲν ἐς Ῥοδίους ἢ Ἀθηναίους ἢ Ἄτταλον ἢ ἐς ἄλλον τινὰ Ῥωμαίων
              φίλον ἁμαρτάνειν. τούτοις ὁ Φίλιππος ἀπεκρίνατο Ῥωμαίοις ἕξειν καλῶς, ἂν ἐμμένωσιν ᾗ
              συνέθεντο πρὸς αὐτὸν εἰρήνῃ. οὕτω μὲν αἱ γενόμεναι σπονδαὶ ἐλέλυντο, καὶ στρατιὰ
              Ῥωμαίων ἐς τὴν Ἑλλάδα ἠπείγετο, στρατηγοῦντος Ποπλίου καὶ ναυαρχοῦντος
            Λευκίου.</p></quote><bibl xml:lang="lat">U. p. 358.</bibl></cit></div><div n="V" type="textpart" subtype="fragment"><cit><quote xml:lang="grc"><p>ὅτι ὁ Φίλιππος ὁ Μακεδόνων βασιλεὺς τῷ Φλαμινίνῳ <gap reason="lost"/> σητει,
              συναγόντων αὐτοὺς Ἠπειρωτῶν πρέσβεων. ὡς δὲ ὁ Φλαμινῖνος Φίλιππον ἐκέλευσεν ἐκστῆναι
              τῆς Ἑλλάδος οὐ Ῥωμαίοις ἀλλὰ ταῖς πόλεσιν αὐταῖς, καὶ τὰς βλάβας ταῖς προειρημέναις
              ἀποδοθῆναι, ὁ μὲν Φίλιππος τὰ μὲν <gap reason="lost"/>
            </p></quote><bibl xml:lang="lat">Mai p. 368.</bibl></cit></div><div n="VI" type="textpart" subtype="fragment"><cit><quote xml:lang="grc"><p>ποιμὴν ὑπέσχετο στρατὸν εὔζωνον ἄξειν ὁδὸν ἀτριβῆ τρισὶν
              ἡμέραις.</p></quote><bibl xml:lang="lat">Suid. v. <foreign xml:lang="grc">εὔζωνοι</foreign>.</bibl></cit></div><div n="VII" type="textpart" subtype="fragment"><cit><quote xml:lang="grc"><p>ὅτι Λεύκιος Κοΐντιος ἐς τὸν τῶν Ἀχαιῶν σύλλογον ἀπέστειλε
              πρέσβεις, οἳ μετὰ Ἀθηναίων καὶ Ῥοδίων ἔπειθον αὐτοὺς μεταθέσθαι πρὸς σφᾶς ἀπὸ τοῦ
              Φιλίππου, διεπρεσβεύετο δὲ καὶ Φίλιππος αἰτῶν βοήθειαν ὡς συμμάχους. οἱ δὲ
              ἐνοχλούμενοι μὲν οἰκείῳ καὶ γείτονι πολέμῳ Νάβιδος τοῦ Λακεδαιμονίων τυράννου,
              διεστῶτες δὲ ταῖς γνώμαις ἠπόρουν, καὶ οἱ πλείονες ᾑροῦντο τὰ Φιλίππου καὶ
              ἀπεστρέφοντο Ῥωμαίους διά τινα ἐς τὴν Ἑλλάδα Σουλπικίου τοῦ στρατηγοῦ παρανομήματα.
              ἐγκειμένων δὲ βιαίως τῶν ῥωμαϊζόντων, οἱ πολλοὶ τῆς ἐκκλησίας ἀπεχώρουν
              δυσχεραίνοντες, καὶ οἱ λοιποὶ διὰ τὴν ὀλιγότητα ἐκβιασθέντες συνέθεντο τῷ Λευκίῳ, καὶ
              εὐθὺς ἠκολούθουν ἐπὶ Κόρινθον μηχανήματα φέροντες.</p></quote><bibl xml:lang="lat">u. p. 359.</bibl></cit></div></div></body></text></TEI>