<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div n="urn:cts:greekLit:tlg0551.tlg008.perseus-grc2" type="edition" xml:lang="grc"><div n="9" type="textpart" subtype="chapter"><div n="60" type="textpart" subtype="section"><p>μετὰ δὲ τοῦτο ἐς τὰς ναῦς τὸ πλῆθος ἐμβιβάσας τὸ πνεῦμα ἀνέμενεν, ὀλίγους ἐς φυλακὴν ἐπὶ
          τῆς γῆς καταλιπών. οἱ δὲ Πετηλῖνοι καὶ σὺν αὐτοῖς ἕτεροι Ἰταλοὶ ἐπέθεντο, καί τινας αὐτῶν
          κατασφάξαντες ἀπέδρασαν. Ἀννίβας δʼ ἐπὶ Λιβύης ἀνήγετο, ἑκκαίδεκα ἔτεσιν ὁμαλῶς πορθήσας
          τε τὴν Ἰταλίαν, καὶ τοὺς ἄνδρας ἐμπλήσας κακῶν μυρίων καὶ ἐς κίνδυνον ἔσχατον πολλάκις
          συναγαγών, τοῖς τε ὑπηκόοις αὑτοῦ καὶ συμμάχοις ἐνυβρίσας ὡς πολεμίοις· ἅτε γὰρ καὶ τέως
          αὐτοῖς οὐκ ἐπʼ εὐνοίᾳ μᾶλλον ἢ χρείᾳ χρώμενος, οὐδὲν ἔχων ἔτι πρὸς αὐτῶν ὠφελεῖσθαι
          κατεφρόνησεν ὡς πολεμίων. </p></div><div n="61" type="textpart" subtype="section"><p>Ἀννίβου δʼ ἀποπλεύσαντος ἡ βουλὴ τοῖς μὲν ἄλλοις ἔθνεσι τῆς Ἰταλίας, ὅσοι μετέθεντο πρὸς
          ἐκεῖνον, συνέγνω τῶν γεγονότων καὶ ἀμνηστίαν ἐψηφίσατο, Βρεττίων δὲ μόνων, οἳ μέχρι τέλους
          αὐτῷ προθυμότατοι ἐγεγένηντο, χώραν τε πολλὴν ἀφείλετο καὶ ὅπλα, εἴ τινα ἦν ἔτι χωρὶς ὧν
          Ἀννίβας ἀφῄρητο· ἔς τε τὸ μέλλον ἀπεῖπεν αὐτοῖς μὴ στρατεύεσθαι ὡς οὐδʼ ἐλευθέροις οὖσιν,
          ὑπηρέτας δὲ τοῖς τε ὑπάτοις καὶ στρατηγοῖς τοῖς ἐς τὰς τῶν ἐθνῶν ἡγεμονίας ἀπιοῦσιν ἐς τὰς
          δημοσίας ὑπηρεσίας, οἷα θεράποντας, ἀκολουθεῖν. τοῦτο τὸ τέλος ἦν Ἀννίβου τῆς ἐς τὴν
          Ἰταλίαν γενομένης ἐσβολῆς.</p></div></div></div></body></text></TEI>