<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div n="urn:cts:greekLit:tlg0551.tlg008.perseus-grc2" type="edition" xml:lang="grc"><div n="9" type="textpart" subtype="chapter"><div n="58" type="textpart" subtype="section"><p>Καρχηδονίων δʼ αὐτὸν μετακαλούντων κατὰ σπουδὴν ἐπικουρεῖν κινδυνευούσῃ τῇ πατρίδι ὑπὸ
          Σκιπίωνος, καὶ τὸν ναύαρχον Ἀσδρούβαν ἐπʼ αὐτόν, ἵνα μὴ βραδύνειε, πεμψάντων, ἤχθετο μὲν
          τῆς Καρχηδονίων ἐς τοὺς ἄρχοντας ἀπιστίας τε καὶ ἀχαριστίας ἐς πεῖραν ἐρχόμενος διὰ
          μακροῦ, καὶ τὴν αἰτίαν ἐδεδοίκει τοῦ τοσοῦδε πολέμου πρῶτος ἐμβαλὼν ἐν Ἰβηρίᾳ, ἐγνώκει δʼ
          ὑπʼ ἀνάγκης ὅμως ἕπεσθαι, καὶ ναῦς εἰργάζετο πολλάς, εὐξύλου τῆς Ἰταλίας οὔσης. τῶν δʼ ἔτι
          ὑπηκόων οἱ πόλεων ὡς ἀλλοτρίων καταφρονῶν, ἔγνω διαρπάσαι πάσας, καὶ τὴν στρατιὰν
          πλουτίσας, εὔνουν ἐς τὰς ἐν Καρχηδόνι συκοφαντίας ἐπαγαγέσθαι. αἰδούμενός τε αὐτὸς
          παρασπονδεῖν, Ἀσδρούβαν τὸν ναύαρχον ἐπὶ προφάσει περιέπεμπε, τοὺς φρουροῦντας ὀψόμενον. ὁ
          δὲ ἐς ἑκάστην πόλιν ἐσιὼν ἐκέλευσε τοῖς ἐνοικοῦσιν, αὐτούς τε καὶ δούλους αὐτῶν, ὅσα
          δύναιντο λαβόντας, ἐκ τῶν πόλεων μεθίστασθαι, καὶ τὰ λοιπὰ διήρπαζεν. τούτων ἔνιοι
          πυνθανόμενοι, πρὶν τὸν Ἀσδρούβαν ἥκειν, τοῖς φρουροῖς ἐπετίθεντο, καὶ συνέβαινεν ὅπου μὲν
          κρατεῖν τὰς πόλεις ὅπου δὲ τοὺς φρουρούς, σφαγή τε ποικίλη καὶ γυναικῶν ὕβρις καὶ παρθένων
          ἀπαγωγαί, καὶ πάντα ὅσα ἐν πόλεσιν ἑαλωκυίαις, ἐγίγνοντο. </p></div><div n="59" type="textpart" subtype="section"><p>αὐτὸς δὲ ὁ Ἀννίβας τοὺς συστρατευομένους οἱ τῶν Ἰταλῶν εἰδὼς εὖ γεγυμνασμένους, ἔπειθε
          πολλαῖς ὑποσχέσεσιν ἐς τὴν Λιβύην αὑτῷ συστρατεῦσαι. καὶ τούτων οἱ μὲν τὰ ἡμαρτημένα
          σφίσιν ἐς τὰς πατρίδας δεδιότες εἵποντο, φεύγοντες τὴν οἰκείαν ἑκόντες, οἱ δὲ οὐδὲν
          ἁμαρτόντες ὤκνουν. ἀθροίσας οὖν τούσδε τοὺς ὑπομένειν ἀξιοῦντας ὡς δή τι λέξων αὐτοῖς ἢ
          χαριούμενος τῶν γεγονότων ἢ περὶ τοῦ μέλλοντος ἐπισκήψων, περιέστησε τὴν στρατιὰν
          ὡπλισμένην ἄφνω, καὶ προσέταξε τοῖς ἰδίοις ἀνδράποδα ἐξ αὐτῶν ὅσα θέλουσιν ἐπιλέξασθαι. ὡς
          δὲ οἱ μὲν ἐπελέξαντο, οἱ δὲ ᾐδοῦντο συστρατιώτας πολλὰ συνειργασμένους σφίσιν
          ἀνδραποδίσασθαι, τοὺς λοιποὺς κατηκόντισεν ἅπαντας, τοῦ μὴ τοιούσδε ἄνδρας ποτὲ Ῥωμαίοις
          γενέσθαι χρησίμους. ἐπικατέσφαξε δʼ αὐτοῖς καὶ ἵππους ἐς τετρακισχιλίους καὶ πλῆθος
          ὑποζυγίων, οὐ δυνάμενος ἐς Λιβύην ἐπάγεσθαι. </p></div></div></div></body></text></TEI>