ἐν τούτῳ δὲ καὶ Ἀσδρούβας ὁ ἀδελφὸς Ἀννίβου, τὴν στρατιὰν ἣν ἐξενάγησεν ἐν τοῖς Κελτίβηρσιν ἔχων, διέβαινεν ἐς τὴν Ἰταλίαν, καὶ Κελτῶν φιλίως αὐτὸν δεχομένων τὰ Ἄλπεια ὄρη, ὡδοποιημένα πρότερον ὑπὸ Ἀννίβου, διώδευε δύο μησίν, ὅσα τέως Ἀννίβας ἓξ διῆλθεν. ἐσέβαλέ τε ἐς Τυρρηνίαν ἄγων πεζοὺς μὲν τετρακισμυρίους ἐπὶ ὀκτακισχιλίοις, ἱππέας δὲ ὀκτακισχιλίους καὶ ἐλέφαντας πεντεκαίδεκα. καὶ γράμματα πρὸς τὸν ἀδελφὸν ἔπεμπε, δηλῶν ὅτι παρείη. τούτων τῶν γραμμάτων ὑπὸ Ῥωμαίων ἁλόντων, οἱ ὕπατοι Σαλινάτωρ καὶ Νέρων μαθόντες αὐτοῦ τὸ πλῆθος τῆς στρατιᾶς ἀπὸ τῶν γραμμάτων, συνῆλθον ἐς τὸ αὐτὸ πάσαις ταῖς δυνάμεσι, καὶ ἀντεστρατοπέδευσαν αὐτῷ περὶ πόλιν Σήνας. ὁ δʼ οὔπω μάχεσθαι κεκρικώς, ἀλλὰ τῷ ἀδελφῷ συνελθεῖν ἐπειγόμενος, ὑπεχώρει. καὶ νυκτὸς ἀναζεύξας περὶ ἕλη καὶ τέλματα καὶ ποταμὸν οὐκ εὔπορον ἠλᾶτο, μέχρι φανείσης ἡμέρας οἱ Ῥωμαῖοι καταλαβόντες αὐτοὺς διερριμμένους τε καὶ κεκμηκότας ὑπʼ ἀγρυπνίας καὶ κόπου, πλείστους μὲν αὐτῶν ἅμα τοῖς ταξιάρχοις συντασσομένους ἔτι καὶ συνιόντας διέφθειραν, καὶ αὐτὸν ἐπʼ ἐκείνοις Ἀσδρούβαν, πλείστους δʼ αἰχμαλώτους ἔλαβον, καὶ μεγάλου δέους ἀπήλλαξαν τὴν Ἰταλίαν, ἀμάχου ἂν σφίσι του Ἀννίβου γενομένου, εἰ καὶ τήνδε τὴν στρατιὰν προσέλαβεν. θεὸς δέ μοι δοκεῖ τόδε Ῥωμαίοις ἀντιδοῦναι τῆς ἐπὶ Κάνναις ἀτυχίας, οὐ πόρρω τε ἐπʼ ἐκείνῃ καὶ ἰσοστάσιόν πως ἐκείνῃ γενόμενον· στρατηγοί τε γὰρ οἱ ἑκατέρων ἀπώλοντο, καὶ στρατοῦ πλῆθος ἐγγυτάτω μάλιστα ἐπʼ ἴσης, καὶ τὰ αἰχμάλωτα πολλὰ γενέσθαι καὶ τοῖσδε κἀκείνοις συνηνέχθη, στρατοπέδων τε καὶ παρασκευῆς τῆς ἀλλήλων δαψιλοῦς ἐκράτουν ἑκάτεροι. οὕτω παραλλὰξ ἡ πόλις εὐτυχιῶν καὶ συμφορῶν ἐπειρᾶτο. Κελτιβήρων δʼ ὅσοι διέφυγον ἐκ τοῦ κακοῦ, οἱ μὲν ἐς τὰ οἰκεῖα οἱ δʼ ἐς Ἀννίβαν ἐχώρουν.