<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div n="urn:cts:greekLit:tlg0551.tlg008.perseus-grc2" type="edition" xml:lang="grc"><div n="8" type="textpart" subtype="chapter"><div n="48" type="textpart" subtype="section"><p>καὶ Βλάτιος μὲν οὕτω περιῆν Δασίου, τρὶς ἀντενεδρεύων, Φούλουιος δὲ Ῥωμαίων ὕπατος
          Ἐρδονίαν ἐπολιόρκει· καὶ αὐτὸν Ἀννίβας ἔλαθεν ἑσπέρας ἐγγὺς γενόμενος, καὶ ἀπεῖπε πυρὰ μὴ
          καίειν, καὶ σιωπὴν παρήγγειλεν. περὶ δὲ ἕω, γενομένης ὁμοῦ τι καὶ ὁμίχλης, τοὺς μὲν ἱππέας
          ἔπεμψεν ἐπιχειρεῖν τῷ Ῥωμαίων στρατοπέδῳ, καὶ αὐτοὺς ἠμύνοντο ἐκεῖνοι, σὺν θορύβῳ μὲν ὡς
          ἀπʼ εὐνῆς, σὺν θάρσει δὲ οἷα ὀλίγους ποθὲν αὑτοῖς ἐπιφανέντας. ὁ δʼ Ἀννίβας ἐπὶ θάτερα τῷ
          πεζῷ τὴν πόλιν περιῄει, κατασκεπτόμενος ἅμα καὶ τοὺς ἔνδον ἐπελπίζων, ἕως ἐπῆλθε τοῖς
          Ῥωμαίοις ἐν τῇ περιόδῳ, εἴτε προιδόμενος εἴτε κατὰ συντυχίαν, κυκλούμενος αὐτούς. οἱ δʼ
          ἔπιπτον ἤδη λάβρως καὶ ἀθρόως, ἀμφίβολοι γεγονότες· καὶ ἀπέθανον αὐτῶν ἐς ὀκτακισχιλίους,
          καὶ ὁ ὕπατος αὐτὸς ὁ Φούλουιος. οἱ λοιποὶ δʼ ἔς τι χῶμα πρὸ τοῦ στρατοπέδου ἀναθορόντες
          αὐτό τε διέσωσαν, γενναίως ἀμυνόμενοι, καὶ τὸν Ἀννίβαν ἐκώλυσαν λαβεῖν τὸ στρατόπεδον. </p></div><div n="49" type="textpart" subtype="section"><p>μετὰ δὲ τοῦτο Ῥωμαῖοι μὲν τὴν Ἰαπύγων ἀποστάντων ἐδῄουν, Ἀννίβας δὲ τὴν Καμπανῶν, ἐς
          Ῥωμαίους μεταθεμένων χωρὶς Ἀτέλλης μόνης. καὶ Ἀτελλαίους μετῴκιζεν ἐς Θουρίους, ἵνα μὴ τῷ
          Βρεττίων καὶ Λευκανῶν καὶ Ἰαπύγων ἐνοχλοῖντο πολέμῳ. καὶ Ῥωμαῖοι τοὺς ἐκ Νουκερίας
          ἐκπεσόντας ἐν Ἀτέλλῃ μετῴκιζον· ἔς τε τὴν Ἀννίβου ἔτι ὑπήκοον ἐσβαλόντες, Αὐλωνίαν τε
          εἷλον καὶ τὴν Βρεττίων γῆν ἐπέτρεχον, καὶ Τάραντα φρουρουμένην ὑπὸ Καρθάλωνος ἐκ γῆς καὶ
          θαλάσσης ἐπολιόρκουν. ὁ δὲ Καρθάλων, ὀλίγων Καρχηδονίων παρόντων, Βρεττίους ἐς τὴν φρουρὰν
          προσέλαβεν. τῶν δὲ Βρεττίων ὁ φρούραρχος ἤρα γυναικός, ἧς ἀδελφὸς ὑπὸ Ῥωμαίοις
          στρατευόμενος ἔπραξε διὰ τῆς ἀδελφῆς τὸν φρούραρχον ἐνδοῦναι Ῥωμαίοις, ἐπάγουσι τὰς
          μηχανὰς ᾗ τοῦ τείχους αὐτὸς ἐφρούρει. Τάραντα μὲν δὴ Ῥωμαῖοι τόνδε τὸν τρόπον ἀνέλαβον,
          εὔκαιρον ἐς πολέμους χωρίον καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν. </p></div></div></div></body></text></TEI>