<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div n="urn:cts:greekLit:tlg0551.tlg008.perseus-grc2" type="edition" xml:lang="grc"><div n="7" type="textpart" subtype="chapter"><div n="44" type="textpart" subtype="section"><p>ἐν δὲ Βρεττίοις, οἳ μέρος εἰσὶ τῆς Ἰταλίας, ἀνὴρ ἐκ πόλεως Τισίας φρουρουμένης ὑπὸ τῶν
          Λιβύων, ἐθίσας ἀεί τι λῄζεσθαι καὶ φέρειν τῷ φρουράρχῳ, καὶ παρὰ τοῦτο αὐτῷ συνήθης ἐς
          πάντα γεγονὼς καὶ σχεδὸν συστράτηγος, ἤλγει τῶν φρουρῶν ἐς τὴν πατρίδα ὑβριζόντων
          συνθέμενος οὖν τῷ Ῥωμαίων στρατηγῷ, καὶ πιστὰ δοὺς καὶ λαβών, ἑκάστοτέ τινας ὡς
          αἰχμαλώτους ἐσῆγεν ἐς τὴν ἄκραν, καὶ τὰ ὅπλα αὐτῶν ἐσέφερεν ὡς σκῦλα. ἐπεὶ δὲ πλέονες
          ἐγένοντο, ἐξέλυσεν αὐτοὺς καὶ ὥπλισε, καὶ τὴν Λιβύων φρουρὰν ἀνεῖλε, καὶ παρὰ Ῥωμαίων
          ἄλλην ἐσηγάγετο. Ἀννίβου δὲ οὐ πολὺ ὕστερον παροδεύοντος αὐτούς, οἱ μὲν φρουροὶ
          καταπλαγέντες ὑπὸ τοῦ δέους ἐξέφυγον ἐς Ῥήγιον, οἱ δὲ Τισιᾶται παρέδωκαν αὑτοὺς τῷ Ἀννίβᾳ.
          καὶ ὁ Ἀννίβας τοὺς μὲν αἰτίους τῆς ἀποστάσεως ἔκαυσε, τῇ δὲ πόλει φρουρὰν ἐπέστησεν ἄλλην. </p></div><div n="45" type="textpart" subtype="section"><p>Ἰαπύγων δʼ ἐν πόλει Σαλαπίᾳ, Λιβύων ὑπηκόῳ, δύο ἤστην ἄνδρε τῶν μὲν ἄλλων γένει καὶ
          πλούτῳ καὶ δυνάμει διαφέροντε, ἀλλήλοιν δʼ ἐκ πολλοῦ διαφόρω. τούτοιν Δάσιος μὲν τὰ Λιβύων
          ᾑρεῖτο, Βλάτιος δὲ τὰ Ῥωμαίων. ἕως μὲν οὖν ἤκμαζε τὰ Ἀννίβου, ἐφʼ ἡσυχίας ἦν ὁ Βλάτιος·
          ἐπεὶ δὲ ἠγείρετο τὸ Ῥωμαίων καὶ τὰ πολλὰ τῆς ἐσφετερισμένης ἀρχῆς ἀνελάμβανον, ἔπειθεν ὁ
          Βλάτιος τὸν ἐχθρὸν ὑπὲρ τῆς πατρίδος αὑτῷ συμφρονῆσαι μόνης, μή τι πάθοι, Ῥωμαίων αὐτὴν
          βίᾳ λαβόντων, ἀνήκεστον. ὁ δʼ ὑποκρινάμενος συντίθεσθαι, κατεμήνυσε τοῦτο Ἀννίβᾳ. καὶ
          ἐδίκαζεν αὐτοῖς ὁ Ἀννίβας, Δασίου μὲν κατηγοροῦντος, Βλατίου δʼ ἀπολογουμένου καὶ
          συκοφαντεῖσθαι διὰ τὴν ἔχθραν λέγοντος· ὃ καὶ τέως ἄρα προορῶν ἐτόλμησεν ἐχθρῷ
          προσενεγκεῖν λόγον τοιόνδε, ὡς ἀπίστῳ κατηγόρῳ διὰ τὴν ἔχθραν ἐσομένῳ. Ἀννίβας δʼ οὔτε
          ἀπορρῖψαι τὸ ἔργον οὔτε τῷ παρʼ ἐχθροῦ πιστεῦσαι ῥᾳδίως ἀξιῶν, μεθίστατο αὐτοὺς ὡς
          σκεψόμενος ἐφʼ ἑαυτοῦ. στενῆς δὲ τῆς ἐξόδου πάμπαν οὔσης, ὁ Βλάτιος ἔφη τῷ Δασίῳ, τοὺς
          ἄλλους λαθών, <q rend="double">οὐ σώσεις, ὦ ἀγαθέ, τὴν πατρίδα;</q> ὁ δὲ καὶ τοῦτʼ εὐθὺς ἐκβοήσας
          ἐμήνυεν. </p></div></div></div></body></text></TEI>