<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div n="urn:cts:greekLit:tlg0551.tlg008.perseus-grc2" type="edition" xml:lang="grc"><div n="6" type="textpart" subtype="chapter"><div n="40" type="textpart" subtype="section"><p>τῶν δὲ στρατηγῶν Ἄππιος μὲν Καπύῃ παρέμενε, κἀκεῖνος ἡγούμενος ἑλεῖν Καπύην, Φούλουιος δὲ
          Φλάκκος ἑτέραις ὁδοῖς ἐπειχθεὶς ἀλήκτῳ τάχει ἀντεστρατοπέδευσε τῷ Ἀννίβᾳ, μέσον ἔχων τὸν
          Ἀνιῆνα. τῷ δʼ Ἀννίβᾳ τῆν γέφυραν εὑρόντι λελυμένην καὶ τὸν Φούλουιον ἀντικαθήμενον, ἔδοξε
          τὰς πηγὰς τοῦ ποταμοῦ περιοδεῦσαι. καὶ ὁ μὲν Φούλουιος ἀντιπαρώδευεν, ὁ δὲ καὶ ὣς
          ἐνήδρευε, Νομάδας ἱππέας ὑπολιπών, οἱ τῶν στρατῶν ἀναστάντων τὸν Ἀνιῆνα ἐπέρασαν καὶ τὰ
          Ῥωμαίων ἐδῄουν, μέχρι παρὰ τὴν πόλιν αὐτὴν γενόμενοι καὶ φοβήσαντες ἐπέστρεψαν ἐς Ἀννίβαν·
          οὕτω γὰρ αὐτοῖς παρήγγελτο. αὐτὸς δὲ ἐπεὶ τάς τε πηγὰς τοῦ ποταμοῦ περιῆλθε, καὶ ὁδὸς ἦν
          ἐς τὸ ἄστυ οὐ πολλή, λέγεται μὲν νυκτὸς σὺν τρισὶν ὑπασπισταῖς λαθὼν κατασκέψασθαι τὸ
          ἄστυ, καὶ τὴν τῆς δυνάμεως ἐρημίαν καὶ θόρυβον τὸν ἐπέχοντα ἰδεῖν, ἀναστρέψαι δʼ ἐς
          Καπύην, εἴτε θεοῦ παράγοντος αὐτὸν ἀεὶ ὡς καὶ τότε, εἴτε τὴν τῆς πόλεως ἀρετὴν καὶ τύχην
          δείσας, εἴτε, ὡς αὐτὸς τοῖς ἐσβαλεῖν προτρέπουσιν ἔλεγεν, οὐκ ἐθέλων τὸν πόλεμον ἐκλῦσαι
          δέει Καρχηδονίων, ἵνα μὴ καὶ τὴν στρατηγίαν αὐτὸς ἀποθοῖτο· οὐ γὰρ ὅ γε σὺν Φουλουίῳ
          στρατὸς ἦν αὐτῷ πάμπαν ἀξιόμαχος. ὁ δὲ Φούλουιος ἀναστρέφοντι παρείπετο, κωλύων τε
          προνομεύειν καὶ φυλασσόμενος μηδὲν ἐξ ἐνέδρας παθεῖν.</p></div></div><div n="7" type="textpart" subtype="chapter"><div n="41" type="textpart" subtype="section"><p>ὁ δʼ ἐπιτηρήσας νύκτα ἀσέληνον, καὶ χωρίον ἐν ᾧ Φούλουιος ἑσπερας τεῖχος μὲν οὐκ ἔφθανεν
          ἐγεῖραι, τάφρον δʼ ὀρυξάμενος καὶ διαστήματα ἀντὶ πυλῶν καταλιπὼν καὶ τὸ χῶμα προβαλὼν
          ἀντὶ τείχους ἡσύχαζεν, ἔς τε λόφον ὑπερκείμενον αὐτοῦ καρτερὸν ἔπεμψε λαθὼν ἱππέας, οἷς
          εἶρητο ἡσυχάζειν ἕως οἱ Ῥωμαῖοι τὸν λόφον ὡς ἔρημον ἀνδρῶν καταλαμβάνωσι, τοῖς δʼ ἐλέφασι
          τοὺς Ἰνδοὺς ἐπιβήσας ἐκέλευσεν ἐς τὸ τοῦ Φουλουίου στρατόπεδον ἐσβιάζεσθαι διά τε τῶν
          διαστημάτων καὶ διὰ τῶν χωμάτων, ὡς δύναιντο. σαλπικτὰς δὲ αὐτοῖς καὶ βυκανητάς τινας ἐξ
          ὀλίγου διαστήματος ἕπεσθαι κελεύσας, προσέταξεν, ὅταν ἔνδον γένωνται, τοὺς μὲν θόρυβον
          πολὺν ἐγείρειν περιθέοντας, ἵνα πολλοὶ δόξωσιν εἶναι, τοὺς δε ῥωμαΐζοντας βοᾶν ὅτι
          Φούλουιος ὁ Ῥωμαίων στρατηγὸς κελεύει, τὸ στρατόπεδον ἐκλιπόντας, ἐπὶ τὸν ἐγγὺς λόφον
          ἀναπηδᾶν. τόδε μὲν ἦν τὸ στρατήγημα τοῦ Ἀννίβου, καὶ τούτων τὰ μὲν πρῶτα πάντα κατὰ νοῦν
          ἀπήντησεν· οἵτε γὰρ ἐλέφαντες ἐσῆλθον τοὺς φύλακας καταπατήσαντες, καὶ οἱ σαλπικταὶ τὸ
          αὑτῶν ἐποίουν, καὶ ὁ θόρυβος Ῥωμαίοις ἐξ εὐνῆς ἀνισταμένοις ἐν μελαίνῃ νυκτὶ ἀδόκητος
          ἐμπεσὼν ἐπιφοβώτατος ἦν, τῶν τε ῥωμαϊζόντων ἀκούοντες ὅτι παρήγγελται φεύγειν ἐς τὸν
          λόφον, περὶ τοῦτʼ ἐγίγνοντο. </p></div></div></div></body></text></TEI>