καὶ ὁ μὲν οὕτω παραβόλως διεσώζετο, Ἀννίβας δὲ τῆς χρείας ψευσθεὶς ἐφʼ ἣν ἐς Λευκανοὺς μετεκέκλητο, ἀνέστρεφεν ἐς Καπύην, μέγα ποιούμενος μὴ περιιδεῖν πόλιν μεγάλην καὶ εὔκαιρον ὑπὸ Ῥωμαίοις γενομένην. προσβαλὼν δὲ τῷ περιτειχίσματι καὶ μηδὲν δυνηθείς, μηδʼ ἐπινοῶν ὅπως ἂν ἐς τὴν πόλιν ἐσπέμψειεν ἢ σῖτον ἢ στρατιάν, οὐδενὸς οὐδʼ ἀπʼ ἐκείνων αὐτῷ συμβαλεῖν δυναμένου διὰ τὴν ἐπιτείχισιν πάντῃ περιλαμβάνουσαν, ἐπὶ τὴν Ῥώμην ἠπείγετο παντὶ τῷ στρατῷ, πυνθανόμενος μὲν κἀκείνους ὑπὸ λιμοῦ πιέζεσθαι, ἐλπίζων δὲ τοὺς στρατηγοὺς αὐτῶν ἀπὸ Καπύης ἀναστήσειν, ἢ αὐτός τι Καπύης μεῖζον ἐργάσεσθαι. συντόνῳ δὲ σπουδῇ διελθὼν ἔθνη πολλὰ καὶ πολέμια, τῶν μὲν οὐ δυνηθέντων αὐτὸν ἐπισχεῖν, τῶν δὲ οὐδὲ ἐς πεῖραν ἐλθεῖν ὑποστάντων, ἀπὸ δύο καὶ τριάκοντα σραδίων τῆς Ῥώμης ἐστρατοπέδευσεν ἐπὶ τοῦ Ἀνιῆνος ποταμοῦ. καὶ ἡ πόλις ἐθορυβήθη θόρυβον οἷον οὐ πρότερον, οἰκεῖον μὲν οὐδὲν ἔχοντες ἱκανόν (ὃ γὰρ εἶχον, ἐν Καμπανίᾳ τότε ἦν), πολεμίου δὲ στρατοῦ τοσοῦδε σφίσιν ἐπιστάντος ἄφνω, καὶ στρατηγοῦ διʼ ἀρετὴν καὶ εὐτυχίαν ἀμάχου. ὅμως δὲ ἐκ τῶν παρόντων οἱ μὲν δυνάμενοι φέρειν ὅπλα τὰς πύλας ἐφύλασσον, οἱ δὲ γέροντες ἐς τὸ τεῖχος ἀνεπήδων, γύναια δὲ καὶ παιδία λίθους καὶ βέλη παρέφερον. οἱ δὲ ἐκ τῶν ἀγρῶν συνέθεον ἐς τὸ ἄστυ δρόμῳ. βοῆς δὲ παμμιγοῦς καὶ θρήνων καὶ εὐχῶν καὶ παρακελεύσεων πρὸς ἀλλήλους πάντα μεστὰ ἦν. εἰσὶ δʼ αὐτῶν οἳ τὴν γέφυραν τὴν ἐπὶ τοῦ Ἀνιῆνος ἐκδραμόντες ἔκοπτον. μικρὸν δέ τι πολίχνιον Ῥωμαῖοί ποτε ἐπιτειχίζοντες Αἰκανοῖς Ἄλβην ἀπὸ τῆς αὑτῶν μητροπόλεως ἐκάλεσαν· σὺν χρόνῳ δʼ ἐπισύροντες ἢ διαφθείροντες, ἢ ἐς τὴν Ἀλβανῶν σύγκρισιν, Ἀλβησέας αὐτοὺς καλοῦσιν. τούτων τότε τῶν Ἀλβησέων ἐς Ῥώμην δισχίλιοι δρόμῳ διέθεον, τοῦ κινδύνου μετασχεῖν, καὶ ἅμα ἀφικνοῦντο καὶ ὡπλίζοντο καὶ τὰς πύλας ἐφρούρουν. τοσῇδε προθυμίᾳ βραχὺ πολίχνιον ἐκ τοσῶνδε ἀποικιῶν ἐχρήσατο μόνη, οἷόν τι καὶ Ἀθηναίοις ἐς Μαραθῶνα μικρὰ πόλις ἡ Πλαταιέων ἔδραμε τοῦ τότε κινδύνου μετασχεῖν.