Ῥωμαίων δʼ ἐπιθέσθαι Καπυαιοις ἐγνωκότων ἔπεμπεν Ἄννωνα μετὰ χιλίων πεζῶν καὶ χιλίων ἱππέων ἐσδραμεῖν νυκτὸς ἐς Καπύην. καὶ ὁ μὲν ἐσέδραμε Ῥωμαίους λαθών, οἱ δʼ ἡμέρας γενομένης, ὡς πλέονας εἶδον ἐπὶ τῶν τειχῶν, τὸ συμβὰν ἔγνωσαν, καὶ τῆς μὲν πόλεως εὐθὺς ἀνεχώρουν, τὰ δὲ θέρη τὰ Καπυαίων καὶ τῶν ἄλλων Καμπανῶν προκατελάμβανον. ὀδυρομένοις δὲ περὶ τοῦδε τοῖς Καμπανοῖς ὁ Ἀννίβας ἔφη πολὺν ἔχειν σῖτον ἐν Ἰαπυγίᾳ, καὶ πέμποντας ἐκέλευε λαμβάνειν ὁσάκις θέλοιεν. οἱ δʼ οὐκ ὑποζύγια μόνον οὐδʼ ἄνδρας, ἀλλὰ καὶ γύναια καὶ παιδία ἔπεμπον ἀχθοφορήσοντα τοῦ σίτου· καὶ γὰρ ἐθάρρουν τῇ διόδῳ, μετελθόντος ἐς αὐτὴν ἐξ Ἰαπύγων Ἀννίβου, καὶ παρὰ τὸν Κάλωρα ποταμὸν στρατοπεδεύοντος, πλησίον Βενεβενδέων, οὓς μόνους ἐδεδοίκεσαν Ῥωμαίοις ἔτι συμμάχους ὄντας. τότε δὲ Ἀννίβου παρόντος ἁπάντων κατεφρόνουν. συνέβη δὲ Ἀννίβαν μέν, καλοῦντος αὐτὸν Ἄννωνος, ἐς Λευκανοὺς διελθεῖν, τὰ πολλὰ τῆς κατασκευῆς ἐν τῷ περὶ Βενεβεντὸν στρατοπέδῳ μετʼ ὀλίγης φρουρᾶς καταλιπόντα, δυοῖν δὲ Ῥωμαίοις στρατηγούντοιν ὑπάτοιν, Φουλουίου τε Φλάκκου καὶ Κλαυδίου Ἀππίου, τὸν ἕτερον αὐτοῖν πυθόμενον ἐπιδραμεῖν τοῖς Καμπανοῖς διαφέρουσι τὰ θέρη, καὶ πολλοὺς μὲν οἷα ἀπαρασκεύους διαφθεῖραι, καὶ τὸν σῖτον Βενεβενδεῦσι δοῦναι, λαβεῖν δὲ καὶ τὸ στρατόπεδον Ἀννίβου, καὶ τὴν ἐν αὐτῷ παρασκευὴν ἁρπάσαι, καὶ Καπύην ἔτι ὄντος ἐν Λευκανοῖς Ἀννίβου περιταφρεῦσαί τε καὶ ἐπὶ τῇ τάφρῳ περιτειχίσαι πᾶσαν ἐν κύκλῳ. καὶ τοῦδε τοῦ περιτειχίσματος ἐκτὸς ἄλλο ποιήσαντες οἱ στρατηγοὶ τὸ μεσον εἶχον ἀντὶ στρατοπέδου. ἐπάλξεις δʼ ἦσαν αὐτοῖς αἱ μὲν ἐς Καπυαίους πολιορκουμένους αἱ δʼ ἐς τοὺς ἔξωθεν ἐπιόντας ἐπεστραμμέναι, ἥ τε ὄψις ἦν πόλεως μεγάλης σμικροτέραν ἐχούσης ἐν μέσῳ. τὸ δὲ ἀπὸ τοῦ περιτειχίσματος ἐς τὴν Καπύην διάστημα διστάδιον ἦν μάλιστα· ἐν ᾧ πολλαὶ ἐγίγνοντο πεῖραι καὶ συμβολαὶ καθʼ ἑκάστην ἡμέραν, πολλὰ δʼ ὡς ἐν θεάτρῳ μεσοτειχίῳ μονομάχια, προκαλουμένων ἀλλήλους τῶν ἀρίστων. καί τις Καπυαῖος, Ταυρέας, Ῥωμαίων ἐν μονομαχίῳ Κλαύδιον Ἄσελλον περιφεύγων ὑπεχώρει, μέχρι τοῖς Καπυαίων τείχεσιν ὁ Ἄσελλος ἐγκύρσας καὶ τὸν ἵππον οὐ δυνάμενος ἐκ τῆς ῥύμης ἐπιστρέψαι διὰ τῶν πολεμίων πυλῶν ἐς τὴν Καπύην ἐσήλατο σὺν ὁρμῇ, καὶ διιππεύσας τὴν πόλιν ὅλην κατὰ τὰς ἑτέρας ἐξέδραμεν ἐς τοὺς ἐπὶ θάτερα Ῥωμαίους.