<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div n="urn:cts:greekLit:tlg0551.tlg008.perseus-grc2" type="edition" xml:lang="grc"><div n="6" type="textpart" subtype="chapter"><div n="34" type="textpart" subtype="section"><p>λιμένες δʼ εἰσὶ τοῖς Ταραντινοις πρὸς βορρᾶν ἄνεμον ἐκ πελάγους ἐσπλέοντι διὰ ἰσθμοῦ, καὶ
          τὸν ἰσθμὸν ἀπέκλειον γεφύραις, ὧν τότε κρατοῦντες οἱ Ῥωμαίων φρουροὶ σφίσι μὲν ἐδέχοντο
          τὴν ἀγορὰν ἐκ θαλάσσης, Ταραντίνοις δʼ ἐκώλυον ἐσκομίζεσθαι. ὅθεν ἠπόρουν ἀγορᾶς οἱ
          Ταραντῖνοι, ἕως ἐπελθὼν αὐτοῖς ὁ Ἀννίβας ἐδίδαξε λεωφόρον ὁδόν, ἣ διὰ μέσης τῆς πόλεως
          ἔφερεν ἀπὸ τῶν λιμένων ἐπὶ τὴν νοτιον θαλασσαν, ὀρύξαντας, ἰσθμὸν ἕτερον ποιήσασθαι. καὶ
          οἱ μὲν οὕτω πράξαντες εἶχόν τε ἀγοράν, καὶ τριήρεσι τοὺς Ῥωμαίων φρουροὺς ναῦς οὐκ ἔχοντας
          ὑπὸ τὸ τεῖχος ἔβλαπτον, ὅτε μὴ χειμὼν εἴη μάλιστα, καὶ τὴν ἀγορὰν τὴν καταπλέουσαν
          ἐκείνοις ἀφῃροῦντο· οἱ δʼ ἠπόρουν. καὶ νυκτὸς αὐτοὶς Θουρίων σῖτόν τε ναυσὶ πεμπόντων καὶ
          τριήρεις ἐς φυλακὴν τῶν νεῶν, οἱ Ταραντῖνοι καὶ οἱ σὺν αὐτοῖς Λίβυες πυθόμενοι καὶ
          λοχήσαντες ἔλαβον αὐτῷ τε σίτῳ καὶ αὐτοῖς ἀνδράσιν ἁπάσας. πρεσβευομένων δὲ θαμινὰ τῶν
          Θουρίων, καὶ ἀξιούντων λύσασθαι τοὺς εἰλημμένους, οἱ Ταραντῖνοι τοὺς φοιτῶντας αὐτῶν
          μετέπειθον ἐς Ἀννίβαν. καὶ ὁ Ἀννίβας ὅσους εἶχε Θουρίων αἰχμαλώτους, εὐθὺς ἀπέλυεν. οἱ δὲ
          τοὺς οἰκείους σφῶν βιασάμενοι, τὰς πύλας Ἄννωνι ἀνέῳξαν. καὶ Θούριοι μὲν Ῥωμαίοις Τάραντα
          περιποιούμενοι ἔλαθον οὕτως ὑπὸ Καρχηδονίοις αὐτοὶ γενόμενοι· ἡ δʼ ἐν τῇ πόλει φρουρὰ
          Ῥωμαίων ἐς Βρεντέσιον λαθοῦσα διεπλευσεν. </p></div><div n="35" type="textpart" subtype="section"><p>Μεταποντῖνοι δʼ, ἐξ οὗ σφῶν ὁ φρούραρχος τὸ ἥμισυ τῆς φρουρᾶς ἄγων ἐς Τάραντα ᾤχετο, τοὺς
          λοιποὺς ὀλίγους γενομένους ἀπέκτειναν καὶ Ἀννίβᾳ προσέθεντο. προσέθετο δὲ καὶ ἡ μεταξὺ
          Μεταποντίνων τε καὶ Θουρίων Ἡράκλεια, δέει μᾶλλον ἢ γνώμῃ. καὶ πάλιν ἦν ἐπικυδέστερα τὰ
          Ἀννίβου. τοῦ δʼ ἑξῆς ἔτους καὶ Λευκανῶν τινες ἀπέστησαν ἀπὸ Ῥωμαίων· οἷς Σεμπρώνιος
          Γράκχος ἀνθύπατος ἐπελθὼν ἐπολέμει. Λευκανὸς δέ τις ἐκ τῶν ἔτι Ῥωμαίοις ἐμμενόντων
          Φλάουιος, φίλος ὢν καὶ ξένος Γράκχου, προδιδοὺς αὐτὸν ἔπεισεν ἔς τι χωρίον ἐλθόντα
          συνθέσθαι Λευκανῶν τοῖς στρατηγοῖς ὡς μετανοοῦσι, καὶ δοῦναι καὶ λαβεῖν πίστεις. ὁ δʼ
          οὐδὲν ὑποτοπήσας εἵπετο μεθʼ ἱππέων τριάκοντα. Νομάδων δὲ πολλῶν αὐτὸν ἐξ ἐνέδρας
          κυκλωσαμένων, ὁ μὲν Φλάουιος ἐξίππευσεν ἐς ἐκείνους, ὁ δὲ Γράκχος συνεὶς τῆς προδοσίας
          καθήλατο μετὰ τῶν ἱππέων, καὶ πολλὰ καὶ γενναῖα δρῶν κατεκόπη μετὰ πάντων πλὴν τριῶν, οὓς
          μόνους εἷλεν ὁ Ἀννίβας, πολλὴν ποιησάμενος σπουδὴν λαβεῖν ζῶντα Ῥωμαίων τὸν ἀνθύπατον.
          αἰσχρῶς δʼ αὐτὸν ἐνηδρευμένον ἀγάμενος ὅμως τῆς τελευταίας ἀρετῆς ἔθαψε, καὶ τὰ ὀστᾶ
          Ῥωμαίοις ἔπεμψεν.</p><p>καὶ ἀπὸ τοῦδε αὐτὸς μὲν ἐν Ἰάπυξιν ἐθέριζε καὶ σῖτον πολὺν ἐσώρευε, </p></div></div></div></body></text></TEI>