τῶν δὲ Κελτιβήρων ἱππέων, οἳ ἐμισθοφόρουν Ἀννίβᾳ, λαμπρῶς ἀγωνιζομένων, ὅσοι Ῥωμαίων ἐστρατήγουν ἐν Ἰβηρίᾳ, τοσούσδε ἑτέρους τὰς πόλεις τὰς ὑπὸ σφίσιν αἰτήσαντες ἐς ἀντίπαλον ἐκείνων ἔπεμψαν ἐς τὴν Ἰταλίαν, οἳ τοῖς ὁμοεθνέσιν, ὅτε πλησίον Ἀννίβου στρατοπεδεύοιεν, ἀναμιγνύμενοι μετέμειθον αὐτούς. καὶ πολλῶν μετατιθεμένων τε καὶ αὐτομολούντων ἢ ἀποδιδρασκόντων οὐδὲ τὸ λοιπὸν ἦν ἔτι τῷ Ἀννίβᾳ πιστόν, ὑποπτευόμενόν τε ὑπʼ ἐκείνου καὶ ὑποπτεύοντες αὐτόν. κάκιον οὖν ἔπρασσεν ὁ Ἀννίβας τὸ ἀπὸ τοῦδε. Ἀργύριππα δʼ ἐστὶ πόλις ἐν τῇ Δαυνίᾳ, ἣν Διομήδης ὁ Ἀργεῖος λέγεται κτίσαι. καί τις ἔκγονος εἶναι τοῦ Διομήδους νομιζόμενος, Δάσιος, ἀνὴρ εὐμετάβολός τε τὸ φρόνημα καὶ οὐ Διομήδους ἄξιος, Ῥωμαίων περὶ Κάννας τὴν μεγάλην ἧτταν ἡττημένων ἀπέστησε τὴν πατρίδα πρὸς τοὺς Λίβυας ἀπὸ Ῥωμαίων. τότε δʼ αὖ δυσπραγοῦντος Ἀννίβου ἔλαθεν ἐς Ῥώμην διιππεύσας, καὶ ἐπὶ τὴν βουλὴν ἐπαχθεὶς ἔφη δύνασθαι τὸ ἁμάρτημα ἰάσασθαι καὶ μεταβαλεῖν αὖθις ἐς Ῥωμαίους τὴν πόλιν. οἱ δʼ ὀλίγου μὲν αὐτὸν καὶ διέφθειραν, ἐξέβαλον δʼ εὐθὺς ἐκ τῆς πόλεως. ὁ δὲ καὶ τούσδε καὶ τὸν Ἀννίβαν δεδιὼς ἠλᾶτο ἀνὰ τὴν χώραν, καὶ ὁ μὲν Ἀννίβας αὐτοῦ τὴν γυναῖκα καὶ τὰ τέκνα ζῶντας ἔκαυσε, τὰ δὲ Ἀργύριππα ἑτέρων ἐνδόντων εἷλε Φάβιος Μάξιμος νυκτός, καὶ κτείνας ὅσους ηὗρε Λιβύων, φρουρὰν ἐπέστησε τῇ πόλει.