Ἀννιβου δὲ δόντος τοῖς αἰχμαλώτοις ἐς Ῥώμην πρεσβεύσασθαι περὶ σφῶν, εἰ θέλοιεν αὐτοὺς οἱ ἐν ἄστει λύσασθαι χρημάτων, καὶ τοὺς αἱρεθέντας ὑπʼ αὐτῶν τρεῖς, ὧν ἡγεῖτο Γναῖος Σεμπρώνιος, ὁρκώσαντος ἐς αὐτὸν ἐπανήξειν, οἱ μὲν οἰκεῖοι τῶν ἁλόντων, περιστάντες τὸ βουλευτήριον, ἐπηγγέλλοντο λύσεσθαι τοὺς οἰκείους ἕκαστος ἰδίοις χρήμασι, καὶ παρεκάλουν τὴν βουλὴν τοῦτο σφίσιν ἐπιτρέψαι, καὶ ὁ δῆμος αὐτοῖς συνεδάκρυε καὶ συνεδεῖτο· τῶν δὲ βουλευτῶν οἱ μὲν οὐκ ἠξίουν ἐπὶ τοσαῖσδε συμφοραῖς ἄλλους τοσούσδε βλαβῆναι τὴν πόλιν, οὐδὲ δούλους μὲν ἐλευθεροῦν τοὺς δὲ ἐλευθέρους ὑπερορᾶν, οἱ δʼ οὐκ ᾤοντο δεῖν αὐτοὺς ἐθίζειν τῷδε τῷ ἐλέῳ φεύγειν, ἀλλʼ ἢ νικᾶν μαχομένους ἢ ἀποθνήσκειν ὡς οὐκ ὂν οὐδʼ ὑπὸ τῶν οἰκείων ἐλεεῖσθαι τὸν φυγόντα. πολλῶν δὲ παραδειγμάτων ἐς ἑκάτερα λεχθέντων, οὐκ ἐπέτρεψεν ἡ βουλὴ τοῖς συγγενέσι λύσασθαι τοὺς αἰχμαλώτους, ἡγουμένη, πολλῶν σφίσιν ἔτι κινδύνων ἐπόντων, οὐ συνοίσειν ἐς τὸ μέλλον τὴν ἐν τῷ παρόντι φιλανθρωπίαν, τὸ δʼ ἀπάνθρωπον, εἰ καὶ σκυθρωπὸν εἴη, πρός τε τὰ μέλλοντα χρήσιμον ἔσεσθαι καὶ ἐν τῷ παρόντι καταπλήξειν Ἀννίβαν τῷ τολμήματι. Σεμπρώνιος οὖν καὶ οι σὺν αὐτῷ δύο τῶν αἰχμαλώτων πρὸς Ἀννίβαν ἐπανῄεσαν. ὁ δʼ ἔστι μὲν οὓς ἀπέδοτο τῶν αἰχμαλώτων, ἔστι δʼ οὓς ὑπʼ ὀργῆς ἀνῄρει, καὶ τοῖς σώμασι τὸν ποταμὸν ἐγεφύρου καὶ ἐπέρα. ὅσοι δʼ ἦσαν ἀπὸ τῆς βουλῆς ἢ ἄλλως ἐπιφανεῖς, μονομαχεῖν αὐτοὺς ὑπὸ θεαταῖς τοῖς Λίβυσιν ἠνάγκασε, πατέρας τε υἱοῖς καὶ ἀδελφοὺς ἀδελφοῖς, οὐδὲν ἐκλείπων ὑπεροψίας ὠμῆς. μετὰ δὲ τοῦτʼ ἐπιὼν τὰ ὑπὸ Ῥωμαίοις ἐλυμαίνετο, καὶ Πετηλίνοις μηχανήματα προσῆγεν. οἱ δʼ ὀλίγοι μὲν ἦσαν, ὑπὸ δὲ τόλμης μετὰ τῶν γυναικῶν ἐπεξέθεον αὐτῷ, καὶ πολλὰ καὶ γενναῖα ἔδρων, τάς τε μηχανὰς αὐτοῦ συνεχῶς ἐνεπίμπρασαν, οὐχ ἧσσον αὐτοῖς τῶν γυναικῶν ἀνδριζομένων. ὀλιγώτεροι δε γιγνόμενοι καθʼ ἕκαστον ἔργον ἐκακοπάθουν μάλιστα ὑπὸ λιμοῦ· καὶ ὁ Ἀννίβας αἰσθανόμενος περιετείχισεν αὐτούς, καὶ Ἄννωνα ἐπέστησε τῇ πολιορκίᾳ. οἱ δʼ, ἐπιτείνοντος αὐτοῖς τοῦ κακοῦ, πρῶτα μὲν τοῦς ἀχρείους σφῶν ἐς μάχας ἐξέβαλον ἐς τὸ μεσοτείχιον, καὶ κτιννυμένους ὑπὸ τοῦ Ἄννωνος ἐφεώρων ἀλύπως ὡς εὐμοιρότερον ἀποθνήσκοντας. τῷ δʼ αὐτῷ λόγῳ καὶ οἱ λοιποὶ πάμπαν ἀποροῦντες ἐξέδραμον ἐπὶ τοὺς πολεμίους, καὶ πολλὰ μὲν καὶ γενναῖα καὶ τότε ἔδρασαν, ὑπὸ δὲ ἀτροφίας καὶ ἀσθενείας σωμάτων οὐδʼ ὑποστρέψαι δυνάμενοι διεφθάρησαν ἅπαντες ὑπὸ τῶν Λιβύων. καὶ τὴν πόλιν εἷλεν ὁ Ἄννων, ἐκφυγόντων καὶ ὣς ἀπʼ αὐτῆς ὀλίγων τῶν δραμεῖν δυνηθέντων. τούτους διερριμμένους οἱ Ῥωμαῖοι σπουδῇ συνῆγον, καὶ γενομένους ἐς ὀκτακοσίους κατήγαγόν τε καὶ συνῴκισαν μετὰ τόνδε τὸν πόλεμον αὖθις ἐς τὴν πατρίδα, ἀγάμενοι τῆς τε περὶ σφᾶς εὐνοίας καὶ τοῦ παραδόξου τῆς προθυμίας.