καταθορόντες δʼ ἀπὸ τῶν ἵππων οἱ στρατηγοί, καὶ μετʼ αὐτοὺς ὅσοι ἄλλοι ἦσαν ἐπὶ ἵππων, ἐπεζομάχουν τοῖς ἱππεῦσι τοῖς Ἀννίβου κεκυκλωμένοι. καὶ πολλὰ μὲν ἐξ ἐμπειρίας σὺν εὐψυχίᾳ καὶ ἀπονοίᾳ λαμπρὰ ἔδρασαν, ἐμπίπτοντες σὺν ὀργῇ τοῖς πολεμίοις, πανταχόθεν δὲ ἀνῃροῦντο, περιτρέχοντος αὐτοὺς τοῦ Ἀννίβου, καὶ τοὺς ἰδίους ὁτὲ μὲν ἐξοτρύνοντος καὶ παρακαλοῦντος τὸ λείψανον τῆς νίκης ἐκπονῆσαι, ὁτὲ δʼ ἐπιπλήσσοντός τε καὶ ὀνειδίζοντος, εἰ τὸ πλῆθος νενικηκότες ὀλίγων οὐ περιέσονται. Ῥωμαῖοι δʼ, ἕως μὲν αὐτοῖς ὁ Αἰμίλιος καὶ ὁ Σερουίλιος περιῆσαν, πολλὰ δρῶντές τε καὶ πάσχοντες ὅμως ὑπέμενον ἐν τάξει· ἐπεὶ δʼ ἔπεσον αὐτῶν οἱ στρατηγοί, διὰ μέσων βιαζόμενοι τῶν ἐχθρῶν μάλα καρτερῶς κατὰ μέρη διέφευγον, οἱ μέν, ἔνθαπερ οἱ πρὸ αὐτῶν ἐπεφεύγεσαν, ἐς τὰ στρατόπεδα δύο ὄντα· καὶ σύμπαντες οἵδε ἐγένοντο ἀμφὶ τοὺς μυρίους καὶ πεντακισχιλίους, οἷς ὁ Ἀννίβας φυλακὴν ἐπέστησεν· οἱ δʼ ἐς Κάννας, περὶ δισχιλίους, καὶ παρέδωκαν ἑαυτοὺς οἵδε οἱ δισχίλιοι τῷ Ἀννίβᾳ. ὀλίγοι δʼ ἐς Κανύσιον διέδρασαν, καὶ οἱ λοιποὶ κατὰ μέρος ἐσκεδάσθησαν ἀνὰ τὰς ὕλας. τοῦτο τέλος ἦν τῆς ἐπὶ Κάνναις Ἀννίβου τε καὶ Ῥωμαίων μάχης, ἀρξαμένης μὲν ὑπὲρ ὥραν δευτέραν, ληξάσης δὲ πρὸ δύο τῆς νυκτὸς ὡρῶν, οὔσης δʼ ἔτι νῦν ἀοιδίμου Ῥωμαίοις ἐπὶ συμφορᾷ· ἀπέθανον γὰρ αὐτῶν ἐν ταῖσδε ταῖς ὥραις πεντακισμύριοι, καὶ ζώντων ἐλήφθη πολὺ πλῆθος ἀπό τε τῆς βουλῆς πολλοὶ παρόντες ἐτελεύτησαν, καὶ ἐπʼ αὐτοῖς ταξίαρχοί τε ν άντες καὶ λοχαγοὶ καὶ τῶν στρατηγῶν αὐτῶν οἱ ἄριστοι δύο. ὁ δὲ φαυλότατός τε καὶ τῶν συμφορῶν αἴτιος ἀρχομένης τῆς τροπῆς ἐπεφεύγει. καὶ Ῥωμαῖοι δύο ἔτεσιν ἤδη περὶ τὴν Ἰταλίαν Ἀννίβᾳ πολεμοῦντες ἀπωλωλέκεσαν ἀνδρῶν ἰδίων τε καὶ συμμάχων ἐς δέκα μυριάδας.