Διαπιπτούσης δὲ καὶ τῆσδε τῆς πείρας, ὁ Ἀννίβας τὸ σημεῖον ἐπῆρε τοῖς Κελτίβηρσι τοῖς πεντακοσίοις. οἱ δὲ τῆς τάξεως ἐκδραμόντες ἐς τοὺς Ῥωμαίους μετετίθεντο, καὶ τὰς ἀσπίδας αὐτοῖς καὶ τὰ δόρατα καὶ τὰ ξίφη τὰ φανερὰ ὤρεγον ὥσπερ αὐτομολοῦντες. καὶ ὁ Σερουίλιος αὐτοὺς ἐπαινέσας τὰ μὲν ὅπλα αὐτῶν αὐτίκα παρεῖλεν, ἐν δὲ μόνοις, ὡς ᾤετο, τοῖς χιτῶσιν ἔστησεν ὀπίσω· οὐ γὰρ ἐδοκίμαζε καταδεῖν αὐτομόλους ἐν ὄψει πολεμίων, οὐδὲ ὑπώπτευεν ἐν χιτῶσι μόνοις ὁρῶν, οὐδὲ καιρὸς ἦν ἐν τοσῷδε πόνῳ. σπεῖραι δʼ ἕτεραι Λιβύων προσεποιήσαντο φεύγειν ἄχρι τῶν ὀρῶν, συναλαλάξασαι μέγα. σύμβολον δʼ ἦν ἡ βοὴ τοῖς ἐν ταῖς φάραγξι κεκρυμμένοις ἀναστρέφειν ἐς τοὺς διώκοντας. καὶ εὐθὺς οἵ τε ψιλοὶ καὶ ἱππεῖς ἐκ τῆς ἐνέδρας ἐξεφαίνοντο, καὶ τὸ πνεῦμα κατέβαινε πολὺ καὶ ζοφῶδες, ἐς τὰς Ῥωμαίων ὄψεις μετὰ κονιορτοῦ φερόμενον· ὃ καὶ μάλιστα αὐτοὺς ἐκώλυε προορᾶν τοὺς πολεμίους. τά τε βέλη Ῥωμαίοις μὲν πάντα ἀμβλύτερα διὰ τὴν ἀντιπνοιαν ἦν, τοῖς δὲ ἐχθροῖς ἐπιτυχῆ, τοῦ πνεύματος τὴν βολὴν συνωθοῦντος. οἱ δὲ οὔτε ἐκκλίνειν αὐτὰ προορῶντες οὔτʼ ἀφιέναι καλῶς δυνάμενοι, σφίσι τε αὐτοῖς περιπταίοντες, ἤδη ποικίλως ἐθορυβοῦντο. τότε δὴ τὸν καιρὸν ὁρῶντες τὸν ἐπηγγελμένον σφίσιν οἱ πεντακόσιοι, τὰ ξίφη τὰ βραχύτερα ἐκ τῶν κόλπων ἐπισπάσαντες πρώτους ἀνῄρουν ὧν ἦσαν ὀπίσω, μετὰ δʼ ἐκείνους, ἁρπάσαντες αὐτῶν τὰ ξίφη τὰ μείζω καὶ τὰς ἀσπίδας καὶ τὰ δόρατα, πᾶσιν ἐνέπιπτον καὶ μετεπήδων ἀφειδῶς· καὶ φόνον εἰργάζοντο πλεῖστον οὗτοι μάλιστα, ἅτε πάντων ὄντες ὀπίσω. τό τε κακὸν ἤδη πολὺ τοῖς Ῥωμαίοις καὶ ποικίλον ἦν, πονουμένοις μὲν ὑπὸ τῶν ἐναντίων, κεκυκλωμένοις δʼ ὑπὸ τῆς ἐνέδρας, ἀναιρουμένοις δʼ ὑπὸ τῶν ἀναμεμιγμένων. οὐδʼ ἐπιστρέψαι πρὸς αὐτοὺς ἐδύναντο διὰ τοὺς ἐπικειμένους σφίσιν ἐκ μετώπου· οὐδʼ ἐπεγίγνωσκον ἔτι αὐτοὺς εὐμαρῶς, Ῥωμαϊκὰς ἀσπίδας ἔχοντας. ὑπὲρ ἅπαντα δʼ αὐτοὺς ὁ κονιορτὸς ἠνώχλει, καὶ οὐκ εἶχον οὐδʼ εἰκάσαι τὸ συμβαῖνον, ἀλλʼ οἷον ἐν θορύβῳ καὶ φόβῳ, πάντα πλείω νομίζοντες εἶναι, καὶ τὰς ἐνέδρας οὐ τοσαύτας, οὐδὲ τοὺς πεντακοσίους εἰδότες ὅτι ἦσαν πεντακόσιοι, ἀλλʼ ὅλον σφῶν τὸ στρατόπεδον ὑπὸ ἱππέων καὶ αὐτομόλων ἡγούμενοι κεκυκλῶσθαι, τραπέντες ἔφευγον ἀκόσμως, πρῶτοι μὲν οἱ ἐπὶ τοῦ δεξιοῦ, καὶ ὁ Τερέντιος αὐτοῖς ἐξῆρχε τῆς φυγῆς, μετὰ δʼ ἐκείνους οἱ τὸ λαιὸν ἔχοντες, ὧν ὁ Σερουίλιος ἡγούμενος πρὸς τὸν Αἰμίλιον διέδραμε· καὶ περὶ αὐτοὺς ἦν ὅσον ἄριστον ἱππέων τε καὶ πεζῶν, ἀμφὶ τοὺς μυρίους.