ὁ δὲ Φάβιος καὶ τότε τῆς αὐτῆς γνώμης ἐχόμενος εἵπετο, καὶ τῆς Γερωνίας ἀποσχὼν δέκα σταδίους ἐστρατοπέδευε, λαβὼν ἐν μέσῳ ποταμὸν Αὔφιδον. ληγόντων δὲ αὐτῷ τῶν ἓξ μηνῶν ἐφʼ οὓς αἱροῦνται Ῥωμαῖοι τοῦς δικτάτορας, οἱ μὲν ὕπατοι Σερουίλιός τε καὶ Ἀτίλιος ἐπὶ τὰς ἑαυτῶν ἀρχὰς ἐπανῄεσαν, καὶ ἦλθον ἐπὶ τὸ στρατόπεδον, καὶ ὁ Φάβιος ἐς Ῥώμην ἀπῄει, γίγνονται δέ τινες ἐν τῷδε τῷ χειμῶνι Ἀννίβᾳ καὶ Ῥωμαίοις ἀκροβολισμοὶ συνεχεῖς ἐς ἀλλήλους· καὶ τὰ Ῥωμαίων ἐπικυδέστερα καὶ εὐθαρσέστερα ἦν. ὁ δʼ Ἀννίβας ἐπέστελλε μὲν ἀεὶ τὰ γιγνόμενα Καρχηδονίοις ὑπερεπαίρων, τότε δὲ ἀπολωλότων αὐτῷ πολλῶν ἠπόρει, καὶ στρατιὰν ᾔτει καὶ χρήματα. οἱ δὲ ἐχθροὶ πάντα ἐπισκώπτοντες τὰ Ἀννίβου, καὶ τότε ὑπεκρίνοντο ἀπορεῖν ὅτι, τῶν νικώντων οὐκ αἰτούντων χρήματα ἀλλὰ πεμπόντων ἐς τὰς πατρίδας, ὁ Ἀννίβας αἰτοίη, λέγων νικᾶν. οἷς οἱ Καρχηδόνιοι πεισθέντες οὔτε στρατιὰν ἔπεμπον οὔτε χρήματα. καὶ ὁ Ἀννίβας ταῦτʼ ὀδυρόμενος ἔγραφεν ἐς Ἰβηρίαν Ἀσδρούβᾳ τῷ ἀδελφῷ, παρακαλῶν αὐτὸν ἀρχομένου θέρους μεθʼ ὅσης δύναιτο στρατιᾶς καὶ χρημάτων ἐσβαλεῖν ἐς τὴν Ἰταλίαν, καὶ πορθεῖν αὐτῆς τὰ ἐπέκεινα, ἵνα δῃῷτο πᾶσα καὶ Ῥωμαῖοι κάμνοιεν ὑπʼ αὐτῶν ἑκατέρωθεν. καὶ τάδε μὲν ἦν περὶ Ἀννίβαν, Ῥωμαῖοι δὲ τῷ τε μεγέθει τῆς ἥττης τῆς Φλαμινίου καὶ Κεντηνίου περιαλγοῦντες ὡς ἀνάξια σφῶν καὶ παράλογα καὶ ἀθρόα παθόντες, καὶ τὸν πόλεμον ὅλως οὐ φέροντες ἔνδον ὄντα παρʼ ἑαυτοῖς, ἄλλα τε κατέλεγον ἐκ Ῥώμης τέλη στρατιωτῶν τέσσαρα μετʼ ὀργῆς ἐπὶ τὸν Ἀννίβαν, καὶ τοὺς συμμάχους πανταχόθεν ἤγειρον ἐς Ἰαπυγίαν. ὑπάτους τε αἱροῦνται ἐκ μὲν δόξης πολεμικῆς Λεύκιον Αἰμίλιον τὸν Ἰλλυριοῖς πολεμήσαντα, ἐκ δὲ δημοκοπίας Τερέντιον Οὐάρρωνα, πολλὰ αὐτοῖς ἐκ τῆς συνήθους δοξοκοπίας ὑπισχνούμενον. καὶ αὐτοὺς παραπέμποντες ἐξιόντας ἐδέοντο κρῖναι τὸν πόλεμον μάχῃ, καὶ μὴ τὴν πόλιν ἐκτρύχειν χρόνῳ τε καὶ στρατείαις συνεχέσι καὶ ἐσφοραῖς καὶ λιμῷ καὶ ἀργίᾳ τῆς γῆς δῃουμένης. οἱ δὲ τὴν στρατιὰν τὴν ἐν Ἰαπυγίᾳ προσλαβόντες, καὶ τὸ σύμπαν ἔχοντες πεζοὺς μὲν ἑπτακισμυρίους ἱππέας δʼ ἑξακισχιλίους, ἐστρατοπέδευον ἀμφὶ κώμῃ τινὶ καλουμένῃ Κάνναις. καὶ ὁ Ἀννίβας αὐτοῖς ἀντεστρατοπέδευεν. φύσει δὲ ὢν φιλοπόλεμος ὁ Ἀννίβας καὶ οὔ ποτε φέρων ἀργίαν, τότε μάλιστα τῆς ἀπορίας αὐτὸν ἐνοχλούσης ἐξέτασσε συνεχῶς ἐς μάχην, δεδιὼς μὴ οἱ μισθοφόροι μετάθοιντο διὰ τὴν ἀμισθίαν ἢ σκεδασθεῖεν ἐπὶ συλλογὴν ἀγορᾶς. καὶ ὁ μὲν οὕτω προὐκαλεῖτο τοὺς πολεμίους.