στενῆς δὲ διόδου πλησιαζούσης, ὁ μὲν Ἀννίβας αὐτὴν οὐ προείδετο, Φάβιος δὲ προπέμψας τετρακισχιλίους κατέλαβε, καὶ τοῖς λοιποῖς αὐτὸς ἐπὶ θάτερα ἐστρατοπέδευεν ἐπὶ λόφου καρτεροῦ. ὁ δὲ Ἀννίβας ὡς ᾔσθετο ληφθεὶς ἐν μέσῳ Φαβίου τε καὶ τῶν στενῶν φυλασσομένων, ἔδεισε μὲν ὡς οὔ ποτε πρότερον· οὐ γὰρ εἶχε διέξοδον, ἀλλὰ πάντα ἦν ἀπόκρημνα καὶ δύσβατα, οὐδʼ ἤλπιζε Φάβιον ἢ τοὺς ἐπὶ τῶν στενῶν βιάσεσθαι διὰ τὴν τῶν χωρίων ὀχυρότητα. ὧδε δʼ ἔχων ἀπορίας τοὺς μὲν αἰχμαλώτους ἐς πεντακισχιλίους ὄντας κατέσφαξεν, ἵνα μὴ ἐν τῷ κινδύνῳ νεωτερίσειαν, βοῦς δὲ ὅσας εἶχεν ἐν τῷ στρατοπέδῳ (πολὺ δὲ πλῆθος ἦν), τοῖς κέρασιν αὐτῶν δᾷδας περιέθηκε, καὶ νυκτὸς ἐπιγενομένης τὰς δᾷδας ἐξάψας τὸ λοιπὸν ἐν τῷ στρατοπέδῳ πῦρ ἔσβεσε, καὶ σιγὴν βαθεῖαν ἔχειν παρήγγειλε, τοῖς δʼ εὐτολμοτάτοις τῶν νέων ἐκέλευσε τὰς βοῦς ἐλαύνειν μετὰ σπουδῆς ἄνω πρὸς τὰ ἀπόκρημνα, ἃ ἦν ἐν μέσῳ τοῦ τε Φαβίου καὶ τῶν στενῶν. αἱ δʼ ὑπό τε τῶν ἐλαυνόντων ἐπειγόμεναι, καὶ τοῦ πυρὸς ἐκκαίοντος αὐτάς, ἀνεπήδων ἐπὶ τοὺς κρημνοὺς ἀφειδῶς καὶ βιαίως, εἶτα κατέπιπτον καὶ αὖθις ἀνεπήδων. Ῥωμαῖοι δὲ οἱ ἑκατέρωθεν, ὁρῶντες ἐν μὲν τῷ Ἀννίβου στρατοπέδῳ σιγὴν καὶ σκότον, ἐν δὲ τοῖς ὄρεσι πῦρ πολὺ καὶ ποικίλον, οὐκ ἔχοντες ὡς ἐν νυκτὶ τὸ γιγνόμενον ἀκριβῶς ἐπινοῆσαι, ὁ μὲν Φάβιος εἴκαζεν εἶναί τι στρατήγημα τοῦτο Ἀννίβου, καὶ συνεῖναι μὴ δυνάμενος ἀτρέμα συνεῖχε τὴν στρατιάν, τὴν νύκτα ὑφορώμενος· οἱ δʼ ἐν τοῖς στενοῖς ὑπέλαβον, ἅπερ ἤθελεν ὁ Ἀννίβας, φεύγειν αὐτὸν ὡς ἐν ἀπόροις, ἄνω διὰ τῶν κρημνῶν βιαζόμενον, καὶ μετεπήδων ἐπὶ τὴν φαντασίαν τοῦ πυρὸς καταθέοντες ὡς ἐκεῖ ληψόμενοι τὸν Ἀννίβαν κακοπαθοῦντα. ὁ δὲ ὡς εἶδε καταβάντας αὐτοὺς ἐκ τῶν στενῶν, διέδραμεν ἐς αὐτὰ τοῖς ταχυτάτοις ἄνευ φωτὸς μετὰ σιωπῆς, ἵνα διαλάθοι, καταλαβὼν δὲ αὐτὰ καὶ κρατυνάμενος ἐσήμηνε τῇ σάλπιγγι· καὶ τὸ στρατόπεδον ἀντεβόησεν αὐτῷ, καὶ πῦρ αἰφνίδιον ἐξέφηναν. Ῥωμαῖοι μὲν δὴ τότε ᾔσθοντο τῆς ἀπάτης, ὁ δὲ στρατὸς ὁ ἄλλος Ἀννίβου καὶ οἱ τὰς βοῦς ἐλαύνοντες ἐπὶ τὰ στενὰ ἀδεῶς διέδραμον. καὶ αὐτοὺς συναγαγὼν ἀπῇρεν ἐς τὸ πρόσω. οὕτω μὲν ἐξ ἀέλπτου τότε ὁ Ἀννίβας αὐτός τε περιῆν καὶ τὸν στρατὸν περιέσωζε, καὶ ἐς Γερωνίαν τῆς Ἰαπυγίας ἐπειχθείς, ἣ σίτου πλήρης ἦν, ἐξεῖλεν αὐτήν, καὶ ἐν ἀφθόνοις ἀδεῶς ἐχείμαζεν.