Ἀννίβας δέ, θεοῦ παράγοντος αὐτόν, ἐπὶ τὸν Ἰόνιον αὖθις ἐτράπη, καὶ τὴν παράλιον ὁδεύων ἐπόρθει, λείαν τε περιήλαυνε πολλήν. Σερουίλιος δʼ ὕπατος ἀντιπαριὼν αὐτῷ κατῇρεν ἐς Ἀρίμινον, ἀπέχων Ἀννίβου μίαν ἡμέραν· ἔνθα τὴν στρατιὰν συνεῖχε καὶ τοὺς ἔτι φίλους Κελτῶν ἀπεθάρρυνεν, ἕως ἀφικόμενος Φάβιος Μάξιμος ὁ δικτάτωρ Σερουίλιον μὲν ἐς Ῥώμην ἔπεμπεν ὡς οὔτε ὕπατον οὔτε στρατηγὸν ἔτι ὄντα δικτάτορος ᾑρημένου, αὐτὸς δὲ τῷ Ἀννίβᾳ παρακολουθῶν ἐς μὲν χεῖρας οὐκ ᾔει, πολλάκις ἐκείνου προκαλουμένου, πολιορκεῖν δʼ οὐδένα εἴα, παραφυλάσσων καὶ ἐπικείμενος. ὁ δέ, τῆς χώρας ἐξαναλωμένης, τροφῶν ἠπόρει, καὶ αὐτὴν αὖθις περιιὼν ἑκάστης ἡμέρας ἐξέτασσε, προκαλούμενος ἐς μάχην. Φάβιος δʼ οὐ συνεπλέκετο, καταγιγνώσκοντος αὐτοῦ Μινουκίου Ῥούφου, ὃς ἵππαρχος μὲν ἦν αὐτῷ, ἔγραφε δʼ ἐς Ῥώμην τοῖς φίλοις ὡς ὀκνοίη Φάβιος ὑπὸ δειλίας. διαδραμόντος δʼ ἐς Ῥώμην ἐπὶ θυσίας τινὰς τοῦ Φαβίου, ὁ Μινούκιος ἡγούμενος τοῦ στρατοῦ συνεπλέκη τινὰ μάχην τῷ Ἀννίβᾳ, καὶ δόξας πλέον ἔχειν θρασύτερον ἐς Ῥώμην ἐπέστελλε τῇ βουλῇ, τὸν Φάβιον αἰτιώμενος οὐκ ἐθέλοντα νικῆσαι. καὶ ἡ βουλή, ἐπανεληλυθότος ἐς τὸ στρατόπεδον ἤδη τοῦ Φαβίου, ἴσον ἰσχύειν αὐτῷ τὸν ἵππαρχον ἀπέφηνεν. οἱ μὲν δὴ μερισάμενοι τὴν στρατιὰν πλησίον ἀλλήλων ἐστρατοπέδευον, καὶ τῆς γνώμης ἑκάτερος εἴχοντο τῆς ἑαυτοῦ, Φάβιος μὲν ἐκτρύχειν Ἀννίβαν τῷ χρόνῳ καὶ πειρᾶσθαι μηδὲν ὑπʼ αὐτοῦ παθεῖν, ὁ δὲ Μινούκιος μάχῃ διακριθῆναι. συνιόντος δὲ ἐς μάχην τοῦ Μινουκίου, Φάβιος τὸ μέλλον ἔσεσθαι προορῶν ἐν μέσῳ τὴν στρατιὰν ἀτρεμοῦσαν ἔστησε τὴν ἑαυτοῦ, καὶ τοὺς τοῦ Μινουκίου τραπέντας ἀνελάμβανε, τοὺς δʼ Ἀννίβου διώκοντας ἀπεκρούετο. καὶ Φάβιος μὲν ὧδε τὴν συμφορὰν ἐπεκούφισε τῷ Μινουκίῳ, οὐδὲν ἐπιμηνίσας τῆς διαβολῆς· ὁ δὲ Μινούκιος αὑτοῦ καταγνους ἀπειρίαν ἀπέθετο τὴν ἀρχήν, καὶ τὸ μέρος τοῦ στρατοῦ παρέδωκε τῷ Φαβίῳ, ἡγουμένῳ πρὸς ἄνδρα τεχνίτην μάχης ἕνα καιρὸν εἶναι τὴν ἀνάγκην. οὗ δὴ καὶ ὁ Σεβαστὸς ὕστερον πολλάκις ἐμέμνητο, οὐκ ὢν εὐχερὴς οὐδʼ οὗτος ἐς μάχας μᾶλλον τόλμῃ ἢ τέχνῃ χρῆσθαι. Φάβιος μὲν οὖν αὖθις ὁμοίως ἐφύλασσε τὸν Ἀννίβαν, καὶ τὴν χώραν πορθεῖν ἐκώλυεν, οὐ συμπλεκόμενος αὐτοῦ τῷ στρατῷ παντί, τοῖς δʼ ἀποσκιδναμένοις μόνοις ἐπιτιθέμενος, καὶ σαφῶς εἰδὼς ἀπορήσοντα τροφῶν αὐτίκα τὸν Ἀννίβαν.