ὁ δὲ αἰσθόμενος αὐτοῦ τῆς τε ὁρμῆς καὶ ἀπειρίας, ὄρος μέν τι καὶ λίμνην προυβάλετο πρὸ ἑαυτοῦ, ψιλοὺς δὲ καὶ ἱππέας ἐς φάραγγα ἀποκρύψας ἐστρατοπέδευεν. καὶ αὐτὸν ὁ Φλαμίνιος κατιδὼν ἅμα ἕῳ σμικρὸν μέν τι διέτριψε, τὸν στρατὸν ἀναπαύων ἐξ ὁδοιπορίας καὶ χαρακοποιούμενος, μετὰ δὲ τοῦτο ἐξῆγεν εὐθὺς ἐπὶ τὴν μάχην αὔους ὄντας ὑπʼ ἀγρυπνίας καὶ κόπου. τῆς δʼ ἐνέδρας ἐκφανείσης ἐν μέσῳ ληφθεὶς τοῦ τε ὄρους καὶ τῆς λίμνης καὶ τῶν ἐχθρῶν αὐτός τε ἀνῃρέθη καὶ σὺν αὐτῷ δισμύριοι. τοὺς δὲ λοιποὺς ἔτι μυρίους, ἔς τινα κώμην ὀχυρὰν συμφυγόντας, Μαάρβαλ ὁ ὑποστράτηγος Ἀννίβου, μεγίστην καὶ ὅδε ἐπὶ στρατηγίᾳ δόξαν ἔχων, οὐ δυνάμενος ἑλεῖν εὐχερῶς, οὐδὲ ἀξιῶν ἀπεγνωκόσι μάχεσθαι, ἔπεισε τὰ ὅπλα ἀποθέσθαι, συνθέμενος ἀπολύσειν ὅπῃ θέλοιεν. ὡς δὲ ἀπέθεντο, λαβὼν ἦγεν αὐτοὺς πρὸς τὸν Ἀννίβαν γυμνούς. ὁ δʼ οὐ φάμενος εἶναι κύριον χωρὶς αὑτοῦ ταῦτα συνθέσθαι τὸν Μαάρβαλ, τοὺς μὲν ἐκ τῶν συμμάχων φιλανθρωπευσάμενος ἀπέλυσεν ἐς τὰ ἑαυτῶν, θηρεύων τῇ φιλανθρωπίᾳ τὰς πόλεις, ὅσοι δὲ Ῥωμαίων ἦσαν, εἶχε δήσας. τὴν δὲ λείαν τοῖς συστρατεύουσι Κελτοῖς ἀποδόμενος, ἵνα καὶ τούσδε θεραπεύσειε τῷ κέρδει, προύβαινεν ἐς τὸ πρόσθεν, αἰσθομένου μὲν ἤδη τῶν γιγνομένων τοῦ περὶ Πάδον στρατηγοῦ Σερουιλίου, καὶ τετρακισμυρίοις ἐπὶ Τυρρηνίας ἐπειγομένου, Κεντηνίου δὲ ἤδη τοῖς ὀκτακισχιλίοις τὰ στενὰ προειληφότος. Ἀννίβας δὲ ἐπειδὴ τήν τε λίμνην εἶδε τὴν Πλειστίνην καὶ τὸ ὄρος τὸ ὑπὲρ αὐτήν, καὶ τὸν Κεντήνιον ἐν μέσῳ κρατοῦντα τῆς διόδου, τοὺς ἡγεμόνας τῶν ὁδῶν ἐξήταζεν εἴ τις εἴη περίοδος. οὐδεμίαν δὲ φαμένων εἶναι τρίβον, ἀλλʼ ἀπόκρημνα πάντα καὶ φαραγγώδη, διʼ αὐτῶν ὅμως ἔπεμπε τοὺς ψιλοὺς νύκτωρ τὸ ὄρος περιιέναι, καὶ Μαάρβαλ μετʼ αὐτῶν. τεκμηράμενος δʼ ὅτε δύναιντο περιελθεῖν, προσέβαλε τῷ Κεντηνίῳ κατὰ μέτωπον. καὶ συνεστώτων ἑκατέρων, πάνυ προθύμως ὁ Μαάρβαλ ἐκ κορυφῆς ἄνωθεν ὤφθη τε καὶ ἠλάλαξεν. Ῥωμαίων δʼ εὐθὺς ἦν φυγὴ καὶ φόνος κεκυκλωμένων, καὶ τρισχίλιοι μὲν ἔπεσον ὀκτακόσιοι δʼ ἐλήφθησαν· οἱ δὲ λοιποὶ μόλις διέφυγον. πυθόμενοι δὲ οἱ ἐν ἄστει, καὶ δείσαντες μὴ εὐθὺς ἐπὶ τὴν πόλιν ὁ Ἀννίβας ἔλθοι, τό τε τεῖχος ἐπλήρουν λίθων καὶ τοὺς γέροντας ὥπλιζον, ὅπλων μὲν ἀποροῦντες, τὰ δὲ λάφυρα ἐκ τῶν ἱερῶν καταφέροντες, ἃ ἐκ πολέμων ἄλλων κόσμος αὐτοῖς περιέκειτο· δικτάτορά τε, ὡς ἐν κινδύνῳ, Φάβιον εἵλοντο Μάξιμον.