καὶ ὁ Νωβελίων μικρὸν ἐκ τοῦ πταίσματος ἀναλαβών, ἀγορᾷ μέν τινι τῶν πολεμίων ἐπεχείρει περὶ Ἀξείνιον πόλιν σεσωρευμένῃ, οὐδὲν δὲ ἀνύσας, ἀλλὰ κἀνταῦθα πολλοὺς ἀποβαλών, ἐπανῆλθε νυκτὸς ἐς τὸ στρατόπεδον. ὅθεν Βιήσιον ἵππαρχον ἐπὶ συμμαχίαν ἔς τι γειτονεῦον ἔθνος ἔπεμπεν, ἱππέων δεόμενος. οἱ δὲ συνέπεμψαν αὐτῷ τινὰς ἱππέας, οὓς ἐρχομένους ἐλόχων οἱ Κελτίβηρες. καὶ τῆς ἐνέδρας ἐκφανείσης οἱ μὲν σύμμαχοι διεδίδρασκον, ὁ δὲ Βιήσιος μαχόμενος αὐτός τε καὶ σὺν αὐτῷ πολλοὶ Ῥωμαίων ἀπέθανον. συνεχῶν δὲ τοιῶνδε πταισμάτων αὐτοῖς ἐπιγιγνομένων, πόλις Ὄκιλις, ἔνθα ἡ ἀγορὰ καὶ τὰ χρήματα ἦν τὰ Ῥωμαίων, μετέθετο ἐς τοὺς Κελτίβηρας. καὶ ὁ Νωβελίων ἀπιστῶν ἅπασιν ἐν τῷ στρατοπέδῳ διεχείμαζε, στεγάσας ὡς ἐδύνατο, καὶ τὴν ἀγορὰν ἔχων ἔνδον, καὶ κακοπαθῶν αὐτῆς τε τῆς ἀγορᾶς τῇ ὀλιγότητι καὶ νιφετοῦ πυκνότητι καὶ κρύους χαλεπότητι, ὥστε πολλοὶ τῶν στρατιωτῶν οἱ μὲν ἐν τοῖς φρυγανισμοῖς, οἱ δὲ καὶ ἔνδον ὑπὸ στενοχωρίας καὶ κρύους ἀπώλλυντο. τοῦ δʼ ἐπιόντος ἔτους Νωβελίωνι μὲν ἐπὶ τὴν στρατηγίαν ἀφικνεῖται διάδοχος Κλαύδιος Μάρκελλος, ἄγων πεζοὺς ὀκτακισχιλίους καὶ ἱππέας πεντακοσίους· λοχώντων δὲ καὶ τόνδε τῶν πολεμίων διῆλθε πεφυλαγμένως, καὶ σύμπαντι τῷ στρατῷ παρὰ τὴν Ὄκιλιν ἐστρατοπέδευσεν. ἐπιτυχὴς δὲ τὰ πολέμια ὢν τὴν πόλιν αὐτίκα παρεστήσατο, καὶ συγγνώμην ἔδωκεν, ὅμηρά τινα καὶ ἀργυρίου τάλαντα τριάκοντα λαβών. Νεργόβριγες δὲ αὐτοῦ περὶ τῆσδε τῆς μετριοπαθείας πυθόμενοι, πέμψαντες ἠρώτων τί ἂν πράξαντες εἰρήνης ἐπιτύχοιεν. ὡς δὲ αὐτοὺς ἐκέλευεν ἑκατὸν ἱππέας δοῦναι συστρατεύσοντας, οἱ μὲν ὑπισχνοῦντο δώσειν, κατὰ δʼ ἄλλο μέρος τοῖς οὐραγοῦσιν ἐπετίθεντο καὶ τῶν σκευοφόρων τι περιέσπων. εἶτʼ ἀφίκοντο τοὺς ἑκατὸν ἱππέας ἄγοντες ὡς δὴ κατὰ τὸ συγκείμενον, περί τε τῶν ἐπὶ τῆς οὐραγίας γενομένων ἔλεγον τινὰς ἀγνοοῦντας τὰ ὡμολογημένα ἁμαρτεῖν. ὁ δὲ τοὺς μὲν ἑκατὸν ἱππέας ἔδησε, τοὺς δʼ ἵππους αὐτῶν ἀποδόμενος καὶ τὸ πεδίον καταδραμὼν τὴν λείαν διεῖλε τῷ στρατῷ, καὶ τῇ πόλει παρεστρατοπέδευσεν. Νεργόβριγες δέ, προσαγομένων αὐτοῖς μηχανημάτων ἅμα μαὶ χωμάτων, κήρυκα πέμψαντες λυκῆν ἀντὶ κηρυκείου περικείμενον, ᾔτουν συγγνώμην. ὁ δὲ οὐκ ἔφη δώσειν, εἰ μὴ πάντες Ἀρουακοὶ καὶ Βελλοὶ καὶ Τίτθοι δεηθεῖεν ὁμοῦ. ὧν τὰ μὲν ἔθνη πυθόμενα προθύμως ἐπρεσβεύετο, καὶ τὸν Μάρκελλον ἠξίουν, ποινὴν αὐτοῖς ἐπιθέντα μετρίαν, ἐς τὰς Γράκχου συνθήκας ἀναγαγεῖν· ἀντέλεγον δʼ αὐτοῖς ἐπιχώριοί τινες ὑπʼ ἐκείνων πεπολεμημένοι.