Φλάκκῳ μὲν οὖν διάδοχος ἦλθεν ἐπὶ τὴν στρατηγίαν Τιβέριος Σεμπρώνιος Γράκχος. Κάραουιν δὲ πόλιν, ἣ Ῥωμαίων ἦν φίλη, δισμύριοι Κελτιβήρων ἐπολιόρκουν· καὶ ἐπίδοξος ἦν ἁλώσεσθαι, Γράκχου σφόδρα μὲν ἐπειγομένου βοηθῆσαι τῇ πόλει, περιιόντος δʼ ἐν κύκλῳ τοὺς πολεμίους, καὶ οὐκ ἔχοντος οὐδὲ μηνῦσαι τῇ πόλει περὶ ἑαυτοῦ. τῶν οὖν τις ἰλάρχων, Κομίνιος, ἐνθυμηθεὶς πρὸς ἑαυτὸν καὶ Γράκχῳ τὸ τόλμημα ἀνενεγκών, ἐνεπορπήσατο σάγον Ἰβηρικῶς, καὶ λαθὼν ἀνεμίχθη τοῖς χορτολογοῦσι τῶν πολεμίων, συνεσῆλθέ τε αὐτοῖς ὡς Ἴβηρ ἐς τὸ στρατόπεδον, καὶ ἐς τὴν Κάραουιν διαδραμὼν ἐμήνυσεν ὅτι Γράκχος ἐπίοι. οἱ μὲν δὴ διεσώθησαν, ἐγκαρτερήσαντες τῇ πολιορκίᾳ μέχρι Γράκχος αὐτοῖς ἐπῆλθε μετὰ τρίτην ἡμέραν, καὶ οἱ πολιορκοῦντες ἀπανέστησαν· δισμύριοι δʼ ἐκ τῆς Κομπλέγας διέτρεχον ἐς τὸ Γράκχου στρατόπεδον σὺν ἱκετηρίαις, καὶ πλησιάσαντες ἀδοκήτως ἐπέθεντο αὐτῷ, καὶ συνετάραξαν. ὁ δʼ εὐμηχάνως ἐξέλιπεν αὐτοῖς τὸ στρατόπεδον, καὶ ὑπεκρίνατο φεύγειν· εἶτα διαρπάζουσιν ἐπιστραφεὶς ἐπέπεσέ τε καὶ πλείστους ἔκτεινε, καὶ τῆς Κομπλέγας κατέσχε καὶ τῶν περιοίκων. τοὺς δὲ ἀπόρους συνῴκιζε, καὶ γῆν αὐτοῖς διεμέτρει. καὶ πᾶσιν ἔθετο τοῖς τῇδε συνθήκας ἀκριβεῖς, καθʼ ἃ Ῥωμαίων ἔσονται φίλοι· ὅρκους τε ὤμοσεν αὐτοῖς καὶ ἔλαβεν, ἐπιποθήτους ἐν τοῖς ὕστερον πολέμοις πολλάκις γενομένους. διʼ ἃ καὶ ἐν Ἰβηρίᾳ καὶ ἐν Ῥώμῃ διώνυμος ἐγένετο ὁ Γράκχος, καὶ ἐθριάμβευσε λαμπρῶς. ἔτεσι δʼ οὐ πολλοῖς ὕστερον πόλεμος ἄλλος ἠγέρθη περὶ Ἰβηρίαν χαλεπὸς ἐκ τοιᾶσδε προφάσεως. Σεγήδη πόλις ἐστὶ Κελτιβήρων τῶν Βελλῶν λεγομένων μεγάλη τε καὶ δυνατή, καὶ ἐς τὰς Σεμπρωνίου Γράκχου συνθήκας ἐνεγέγραπτο. αὕτη τὰς βραχυτέρας πόλεις ἀνῴκιζεν ἐς αὑτήν, καὶ τεῖχος ἐς τεσσαράκοντα σταδίους κύκλῳ περιεβάλετο, Τίτθους τε ὅμορον γένος ἄλλο συνηνάγκαζεν ἐς ταῦτα. ἡ δὲ σύγκλητος πυθομένη τό τε τεῖχος ἀπηγόρευε τειχίζειν, καὶ φόρους ᾔτει τοὺς ὁρισθέντας ἐπὶ Γράκχου, στρατεύεσθαί τε Ῥωμαίοις προσέτασσε· καὶ γὰρ τοῦθʼ αἱ Γράκχου συνθῆκαι ἐκέλευον. οἱ δὲ περὶ μὲν τοῦ τείχους ἔλεγον ἀπηγορεῦσθαι Κελτίβηρσιν ὑπὸ Γράκχου μὴ κτίζειν πόλεις, οὐ τειχίζειν τὰς ὑπαρχούσας· τῶν δὲ φόρων καὶ τῆς ξεναγίας ὑπʼ αὐτῶν ἔφασαν Ῥωμαίων ἀφεῖσθαι μετὰ Γράκχον. καὶ τῷ ὄντι ἦσαν ἀφειμένοι, δίδωσι δʼ ἡ βουλὴ τὰς τοιάσδε δωρεὰς ἀεὶ προστιθεῖσα κυρίας ἔσεσθαι μέχρι ἂν αὐτῇ καὶ τῷ δήμῳ δοκῇ.