πρεσβευόντων δʼ ἐς αὐτὸν ἁπάντων ὅμηρά τε ᾔτησεν ἄλλα, καὶ βιβλία ἐσφραγισμένα ἐς ἑκάστους περιέπεμπε, καὶ τοὺς φέροντας ἐκέλευεν ἡμέρᾳ μιᾷ πάντας ἀποδοῦναι· καὶ ὥριζε τὴν ἡμέραν, τεκμηράμενος ὅτε μάλιστα ἐς τὴν πορρωτάτω πόλιν ἀφίξονται. ἐκέλευε δʼ ἡ γραφὴ ταῖς ἀρχαῖς τῶν πόλεων ἁπάσαις καθαιρεῖν τὰ τείχη σφῶν, αὐτῆς ἡμέρας ᾗ τὰ γράμματα λάβοιεν· εἰ δὲ ἀνάθοιντο τὴν ἡμέραν, ἀνδραποδισμὸν ἠπείλει. οἱ δὲ ἄρτι μὲν ἡττημένοι μεγάλῃ μάχῃ, ὑπὸ δὲ ἀγνοίας εἴτε μόνοις εἴθʼ ἅπασι ταῦτα προσετάχθη, φοβούμενοι μόνοι μὲν ὡς εὐκαταφρόνητοι, μετὰ δὲ τῶν ἄλλων μὴ μόνοι βραδύνωσι, καιρόν τε οὐκ ἔχοντες περιπέμψαι πρὸς ἀλλήλους, καὶ τοὺς στρατιώτας τοὺς ἐληλυθότας μετὰ τῶν γραμμάτων ἐφεστῶτας σφίσιν εὐλαβούμενοι, τὸ σφέτερον ἀσφαλὲς ἕκαστοι προύργου τιθέμενοι, τὰ τείχη καθῄρουν μετὰ σπουδῆς. ἐν ᾧ γὰρ ἅπαξ ὑπακούειν ἐδόκει, καὶ τὸ ταχέως εἰργάσθαι προσλαβεῖν ἐφιλοτιμοῦντο. οὕτω μὲν αἱ πόλεις αἱ περὶ Ἴβηρα ποταμὸν μιᾶς ἡμέρας, ὑφʼ ἑνὸς στρατηγήματος, αὐταὶ τὰ τείχη τὰ ἑαυτῶν καθῄρουν, καὶ Ῥωμαίοις ἐς τὸ μέλλον εὐέφοδοι γενόμεναι διέμειναν ἐς πλεῖστον ἐπὶ εἰρήνης. Ὀλυμπιάσι δʼ ὕστερον τέσσαρσιν, ἀμφὶ τὰς πεντήκοντα καὶ ἑκατόν, πολλοὶ τῶν Ἰβήρων γῆς ἀποροῦντες ἀπέστησαν ἀπὸ Ῥωμαίων, ἄλλοι τε καὶ Λούσονες, οἳ περὶ τὸν Ἴβηρα ᾤκηνται. στρατεύσας οὖν ἐπʼ αὐτοὺς ὕπατος Φούλουιος Φλάκκος ἐνίκα μάχῃ. καὶ πολλοὶ μὲν αὐτῶν κατὰ πόλεις διελύθησαν· ὅσοι δὲ μάλιστα γῆς ἠπόρουν καὶ ἐξ ἄλης ἐβιότευον, ἐς Κομπλέγαν πόλιν συνέφυγον, ἣ νεόκτιστός τε ἦν καὶ ὀχυρά, καὶ ηὔξετο ταχέως. ὅθεν ὁρμώμενοι τὸν Φλάκκον ἐκέλευον, καταθέντα σφίσιν ὑπὲρ τῶν ἀνῃρημένων ἑκάστου σάγον τε καὶ ἵππον καὶ ξίφος, ἀποτρέχειν ἐξ Ἰβηρίας πρίν τι κακὸν παθεῖν. ὁ δὲ πολλοὺς αὐτοῖς ἔφη σάγους οἴσειν, καὶ τοῖς πρέσβεσιν αὐτῶν ἑπόμενος τῇ πόλει παρεστρατοπέδευσεν. οἱ δʼ ἀνομοίως ταῖς ἀπειλαῖς σφῶν αὐτίκα ἀπεδίδρασκον, καὶ τὰ τῶν ἐγγὺς βαρβάρων ἐλῄζοντο. χρῶνται δὲ διπλοῖς ἱματίοις παχέσιν, ἀντὶ χλαμύδων αὐτὰ περιπορπώμενοι, καὶ τοῦτο σάγον ἡγοῦνται.