Ἰνδίβιλις δέ, τῶν συνθεμένων τις αὐτῷ δυναστῶν, στασιαζούσης ἔτι τῆς Ῥωμαϊκῆς στρατιᾶς κατέδραμέ τι τῆς ὑπὸ τῷ Σκιπίωνι γῆς. καὶ αὐτῷ τοῦ Σκιπίωνος ἐπελάσαντος, ὑπέστη μὲν τὸν ἀγῶνα γενναίως, καὶ χιλίους καὶ διακοσίους Ῥωμαίων διέφθειρεν, ἀπολομένων δʼ αὐτῷ δισμυρίων ἐδεῖτο προσπέμψας. καὶ ὁ Σκιπίων αὐτὸν χρήμασι ζημιώσας συνηλλάσσετο. λαθὼν δὲ καὶ Μασσανάσσης Ἀσδρούβαν ἐπέρασε τὸν πορθμόν, καὶ φιλίαν τῷ Σκιπίωνι συνθέμενος ὤμοσε συμμαχήσειν, ἂν ἐς Λιβύην στρατεύη. ἔπραξε δὲ τοῦτο ἀνὴρ ἐς πάντα βέβαιος διὰ τοιάνδε αἰτίαν. Ἀσδρούβου τοῦ τότε οἱ συνόντος στρατηγοῦ θυγάτηρ ἐς γάμον ἠγγύητο Μασσανάσσῃ· Σύφακα δʼ ἄρα τὸν δυνάστην ἔρως ἔκνιζε τῆς παιδός, καὶ οἱ Καρχηδόνιοι μέγα ποιούμενοι Σύφακα ἐπὶ Ῥωμαίους προσλαβεῖν, ἔδωκαν αὐτῷ τὴν παῖδα, οὐδὲν τοῦ Ἀσδρούβου πυθόμενοι, καὶ τῶνδε πραχθέντων ὁ μὲν Ἀσδρούβας αὐτὰ ἐπέκρυπτε, τὸν Μασσανάσσην αἰδούμενος, ὁ δὲ αἰσθόμενος συνέθετο τῷ Σκιπίωνι. Μάγων δὲ ὁ ναύαρχος ἀπογνοὺς ἀπὸ τῶν παρόντων τὰ ἐν Ἰβηρίᾳ, πλεύσας ἐς Λίγυας καὶ Κελτοὺς ἐξενολόγει. καὶ ὁ μὲν περὶ ταῦτα ἦν, καὶ τὰ Γάδειρα ἐκλειφθέντα ὑπὸ τοῦ Μάγωνος οἱ Ῥωμαῖοι παρέλαβον. στρατηγοὺς δὲ Ἰβηρίας ἐτησίους ἐς τὰ ἔθνη τὰ εἰλημμένα ἔπεμπον ἀπὸ τοῦδε ἀρξάμενοι, μικρὸν πρὸ τῆς τετάρτης καὶ τεσσαρακοστῆς καὶ ἑκατοστῆς ὀλυμπιάδος, ἁρμοστὰς ἢ ἐπιστάτας αὐτοῖς τῆς εἰρήνης ἐσομένους. καὶ αὐτοῖς ὁ Σκιπίων ὀλίγην στρατιὰν ὡς ἐπὶ εἰρήνῃ καταλιπών, συνῴκισε τοὺς τραυματίας ἐς πόλιν, ἣν ἀπὸ τῆς Ἰταλίας Ἰταλικὴν ἐκάλεσε· καὶ πατρίς ἐστι Τραϊανοῦ τε καὶ Ἀδριανοῦ τῶν ὕστερον Ῥωμαίοις ἀρξάντων τὴν αὐτοκράτορα ἀρχήν. αὐτὸς δὲ ἐς Ῥώμην ἐπὶ στόλου πολλοῦ διέπλει, λαμπρῶς τε κεκοσμημένου καὶ καταγέμοντος αἰχμαλώτων ὁμοῦ καὶ χρημάτων καὶ ὅπλων καὶ λαφύρων ποικίλων. καὶ ἡ πόλις αὐτὸν ἐπιφανῶς ἐξεδέχετο μετὰ δόξης ἀοιδίμου τε καὶ παραλόγου διά τε νεότητα καὶ ταχυεργίαν καὶ μέγεθος εὐπραξίας. οἵ τε φθονοῦντες αὐτῷ τὴν πάλαι κουφολογίαν ὡμολόγουν ἐς ἔργον ἀποβῆναι. καὶ Σκιπίων μὲν θαυμαζόμενος ἐθριάμβευεν, Ἰνδίβιλις δὲ οἰχομένου τοῦ Σκιπίωνος αὖθις ἀφίστατο. καὶ αὐτὸν οἱ στρατηγοὶ τῆς Ἰβηρίας, τὸν στρατὸν ἀγείραντες ὅσος αὐτοῖς ἦν περὶ τὰ φρούρια, καὶ δύναμιν ἄλλην ἀπὸ τῶν ὑπηκόων συναγαγόντες, ἔκτειναν. τοὺς δʼ αἰτίους τῆς ἀποστάσεως ἐς κρίσιν παραγαγόντες θανάτῳ μετῆλθον, καὶ τὰ ὄντα αὐτοῖς ἐδήμευσαν. τά τε ἔθνη τὰ συναράμενα αὐτῷ χρήμασιν ἐζημίωσαν, καὶ τὰ ὅπλα αὐτῶν παρείλοντο, καὶ ὅμηρα ᾔτησαν, καὶ φρουρὰς δυνατωτέρας αὐτοῖς ἐπέστησαν. καὶ τάδε μὲν ἦν εὐθὺς μετὰ Σκιπίωνα, καὶ ἡ πρώτη Ῥωμαίων ἐς Ἰβηρίαν πεῖρα ἐς τοῦτο ἔληγε.