ἀναγιγνωσκομένων δὲ τούτων, οἱ μὲν ὑπώπτευον, οἱ δὲ πιστεύειν ἠξίουν καὶ συνετίθεντο, καὶ πάντες ὥδευον ἐς τὴν Καρχηδόνα ὁμοῦ. προσιόντων δὲ αὐτῶν, ὁ Σκιπίων προσέταξε τοῖς συνοῦσίν οἱ βουλευταῖς ἕκαστον τῶν ἐξάρχων τινὰ τῆς στάσεως προσεταιρίσασθαι προσιόντα, καὶ ὡς ἀπʼ εὐνοίας διορθοῦντα ὑποδέξασθαί τε καὶ δῆσαι λαθόντα. προσέταξε δὲ καὶ τοῖς χιλιάρχοις τοὺς πιστοτάτους ἕκαστον ἀφανῶς ἅμα ἕῳ ξιφήρεις ἔχειν, καὶ τὰ εὔκαιρα τῆς ἐκκλησίας ἐκ διαστημάτων καταλαβόντας, ἤν τις ἐπανίστηται, κατακεντεῖν καὶ κατακαίνειν αὐτίκα ἄνευ παραγγέλματος. αὐτὸς δʼ ἄρτι φαινομένης ἡμέρας ἐπὶ τὸ βῆμα ἐκομίζετο, καὶ τοὺς κήρυκας ἐς ἐκκλησίαν ἐποτρύνειν περιέπεμπεν. οἱ δὲ αἰφνιδίου μὲν αὐτοῖς τοῦ κηρύγματος γενομένου, αἰδούμενοι δὲ ἔτι νοσοῦντα τὸν στρατηγὸν σφῶν παρακρατεῖν, καὶ νομίζοντες ἐπὶ τὰς ἀμοιβὰς καλεῖσθαι, συνέθεον ὁμοῦ πάντοθεν, οἱ μὲν ἄζωστοι τὰ ξίφη, οἱ δὲ καὶ ἐν χιτῶσι μόνοις, οὐ φθάσαντες οὐδὲ τὴν ἐσθῆτα πᾶσαν ἐπιθέσθαι. Σκιπίων δὲ φρουρὰν ἔχων ἀμφʼ αὑτὸν ἀφανῆ, πρῶτα μὲν αὐτοῖς ἐπεμέμφετο τῶν γεγονότων, εἶτʼ ἔφη τὴν αἰτίαν ἀναθήσειν μόνοις τοῖς ἄρξασιν, οὓς ἐγὼ κολάσω διʼ ὑμῶν. καὶ λέγων ἔτι προσέταξε τοῖς ὑπηρέταις διαστῆσαι τὸ πλῆθος. οἱ μὲν δὴ διίστανον, οἱ δὲ βουλευταὶ τοὺς αἰτίους παρῆγον ἐς τὸ μέσον. ἀναβοησάντων δὲ αὐτῶν, καὶ τοὺς συστρατιώτας βοηθῆσαι σφίσι παρακαλούντων, τοὺς ἐπιφθεγγομένους εὐθὺς ἔκτεινον οἱ χιλίαρχοι. καὶ τὸ μὲν πλῆθος ἐπειδὴ τὴν ἐκκλησίαν φρουρουμένην εἶδεν, ἐφʼ ἡσυχίας ἦν σκυθρωποῦ· ὁ δὲ Σκιπίων τοὺς ἐς τὸ μέσον παραχθέντας αἰκισάμενος, καὶ μᾶλλον αὐτῶν τοὺς ἐκβοήσαντας, ἐκέλευσε τοὺς αὐχένας ἁπάντων ἐς τοὔδαφος παττάλοις προσδεθέντας ἀποτμηθῆναι, καὶ τοῖς ἄλλοις ἀμνηστίαν ἐκήρυξε διδόναι. ὧδε μὲν τὸ στρατόπεδον καθίστατο τῷ Σκιπίωνι·