τῷ δʼ αὐτῷ χρόνῳ Μάγωνί τινες Κελτιβήρων καὶ Ἰβήρων ἔτι ἐμισθοφόρουν, ὧν αἱ πόλεις ἐς Ῥωμαίους μετετέθειντο. καὶ ὁ Μάρκιος αὐτοῖς ἐπιθέμενος χιλίους μὲν καὶ πεντακοσίους διέφθειρεν, οἱ δὲ λοιποὶ διέφυγον αὐτὸν ἐς τὰς πόλεις. ἑτέρους δὲ ἑπτακοσίους ἱππέας καὶ πεζοὺς ἑξακιοχιλίους, Ἄννωνος αὐτῶν ἡγουμένου, συνήλασεν ἐς λόφον, ὅθεν ἀποροῦντες ἁπάντων ἐπρεσβεύοντο πρὸς τὸν Μάρκιον περὶ σπονδῶν. ὁ δʼ ἐκέλευεν αὐτοὺς Ἄννωνα καὶ τοὺς αὐτομόλους ἐκδόντας αὐτῷ, τότε πρεσβεύειν. οἱ μὲν δὴ καὶ τὸν Ἄννωνα στρατηγὸν ὄντα σφῶν συναρπάσαντες, ἔτι τῶν λεγομένων ἀκροώμενον, καὶ τοὺς αὐτομόλους παρέδοσαν· ὁ δὲ Μάρκιος ᾔτει καὶ τὰ αἰχμάλωτα. λαβὼν δὲ καὶ ταῦτα, ἐκέλευεν αὐτοὺς τακτὸν ἀργύριον κατενεγκεῖν ἅπαντας ἔς τι τοῦ πεδίου χωρίον· οὐ γὰρ ἁρμόζειν τὰ ὑψηλότερα τοῖς παρακαλοῦσιν. καταβάντων δὲ ἐς τὸ πεδίον ἔφη, ἄξια μὲν θανάτου δεδράκατε, οἳ τὰς πατρίδας ἔχοντες ὑφʼ ἡμῖν, εἵλεσθε μετὰ τῶν ἐχθρῶν ἐπʼ αὐτὰς στρατεύειν· δίδωμι δʼ ὑμῖν, τὰ ὅπλα καταθεῖσιν, ἀπαθέσιν ἀπιέναι. ἀγανακτησάντων δʼ εὐθὺς ὁμοῦ πάντων, καὶ ἀνακραγόντων οὐκ ἀποθήσεσθαι τὰ ὅπλα, μάχη γίγνεται καρτερά. καὶ τὸ μὲν ἥμισυ τῶν Κελτιβήρων, πολλὰ δρασάντων, κατεκόπη, τὸ δʼ ἥμισυ πρὸς Μάγωνα διεσώθη. ὁ δʼ ἄρτι μὲν ἐς τὸ στρατόπεδον τὸ Ἄννωνος κατεπεπλεύκει ναυσὶν ἑξήκοντα μακραῖς, μαθὼν δὲ τὴν Ἄννωνος συμφορὰν ἐς Γάδειρα διέπλει, καὶ λιμῷ κακοπαθῶν περιεσκόπει τὸ μέλλον. καὶ Μάγων μὲν ἐπὶ ἀργίας ἦν, Σιλανὸς δʼ ἀπέσταλτο μὲν ὑπὸ τοῦ Σκιπίωνος Κάστακα πόλιν προσαγαγέσθαι, πολεμικῶς δʼ αὐτῷ τῶν Καστακαίων ἐχόντων παρεστρατοπέδευε, καὶ τοῦτο ἐμήνυε τῷ Σκιπίωνι. ὁ δὲ προπέμψας τινὰ παρασκευὴν πολιορκίας εἵπετο· καὶ παροδεύων ἐνέβαλεν ἐς Ἰλυργίαν πόλιν, ἣ Ῥωμαίων μὲν ἦν φίλη κατὰ τὸν πρότερον Σκιπίωνα, ἀναιρεθέντος δʼ ἐκείνου κρύφα μετετέθειτο, καὶ στρατιὰν ὑποδεξαμένη Ῥωμαίων ὡς ἔτι φίλη, Καρχηδονίοις ἐξεδεδώκει. ὧν χάριν ὁ Σκιπίων σὺν ὀργῇ τέσσαρσιν ὥραις ἐξεῖλεν αὐτήν, τρωθεὶς μὲν τὸν αὐχένα, τῆς δὲ μάχης οὐκ ἀνασχὼν ἕως ἐκράτησεν. καὶ ἡ στρατιὰ διʼ αὐτὸν, οὐδενὸς ἐπικελεύσαντος, ὑπεριδοῦσα τῆς ἁρπαγῆς, ἔκτεινον ὁμαλῶς καὶ παιδία καὶ γυναῖκας, μέχρι καὶ τὴν πόλιν αὐτοῖς ἐπικατέσκαψαν. ἀφικόμενος δʼ ἐς τὴν Κάστακα ὁ Σκιπίων τὸν μὲν στρατὸν ἐς τρία διεῖλε καὶ τὴν πόλιν ἐφρούρει, μάχης δὲ οὐκ ἦρχε, διδοὺς ἔτι τοῖς Καστακαίοις μεταγνῶναι. καὶ γὰρ ἤκουεν αὐτοὺς οὕτω φρονεῖν. οἱ δὲ τοῖς φρουροῦσι σφᾶς ἐμποδὼν οὖσιν ἐπιθέμενοι καὶ κρατήσαντες, ἐνεχείρισαν τὴν πόλιν τῷ Σκιπίωνι. καὶ τοῖσδε μὲν φρουρὰν ὁ Σκιπίων ἐπέστησε, καὶ τὴν πόλιν ἐπέτρεψεν ἑνὶ τῶν Καστακαίων ἐπὶ δόξης ὄντι ἀγαθῆς· αὐτὸς δʼ ἐς Καρχηδόνα ἀνεζεύγνυε, Σιλανὸν καὶ Μάρκιον περιπέμψας ἐπὶ τὸν πορθμόν, δῃοῦν ὅσα δύναιντο.