Λεύκιος δʼ ἀπὸ Ῥώμης ἐπανιὼν ἔφραζε τῷ Σκιπίωνι ὅτι αὐτὸν οἱ ἐν ἄστει Ῥωμαῖοι διανοοῦνται στρατηγὸν ἐς Λιβύην ἀποστέλλειν. ὁ δὲ τοῦδε αὐτοῦ μάλιστα ἐπιθυμῶν ἐκ πολλοῦ, καὶ ἐλπίζων ὧδε ἔσεσθαι, Λαίλιον ἐπὶ νεῶν πέντε προύπεμπεν ἐς Λιβύην πρὸς τὸν δυνάστην Σύφακα, δωρεάς τε φέροντα, καὶ τῶν Σκιπιώνων ὑπόμνησιν τῆς ἐς αὐτὸν Σύφακα φιλίας, καὶ δέησιν Ῥωμαίοις, ἂν ἐπίωσι, συλλαμβάνειν. ὁ δὲ ὑπέσχετό τε ποιήσειν, καὶ τὰ δῶρα ἔλαβε καὶ ἀντέπεμψεν ἕτερα. αἰσθόμενοι δὲ τούτων οἱ Καρχηδόνιοι, καὶ αὐτοὶ περὶ συμμαχίας ἐπρεσβεύοντο παρὰ τὸν Σύφακα. καὶ ὁ Σκιπίων πυνθανόμενός τε, καὶ μέγα ποιούμενος ἐπὶ Καρχηδονίοις προσλαβεῖν καὶ βεβαιώσασθαι Σύφακα, ᾔει πρὸς αὐτὸν ἐπὶ νεῶν δύο σὺν τῷ Λαιλίῳ. καὶ αὐτῷ καταγομένῳ οἱ πρέσβεις τῶν Καρχηδονίων, ἔτι ὄντες παρὰ τῷ Σύφακι, ναυσὶν αἷς εἶχον μακραῖς ἐπανήγοντο, λαθόντες τὸν Σύφακα. ἀλλʼ ὁ μὲν ἱστίῳ χρώμενος παρέπλευσεν αὐτοὺς ἀδεῶς καὶ κατήχθη, ὁ δὲ Σύφαξ ἐξένιζεν ἀμφοτέρους, καὶ τῷ Σκιπίωνι συνθέμενος ἰδίᾳ καὶ πίστεις παρασχὼν ἀπέπεμπε, καὶ τοὺς Καρχηδονίους ἐφεδρεύοντας αὖθις αὐτῷ κατεῖχεν, ἕως ἐν βεβαίῳ τῆς θαλάσσης γένοιτο ὁ Σκιπίων. παρὰ μὲν δὴ τοσοῦτον ἦλθε κινδύνου Σκιπίων, καταγόμενός τε καὶ πλέων· λέγεται δʼ ἐν Σύφακος ἑστιώμενος συγκατακλιθῆναι τῷ Ἀσδρούβᾳ, καὶ αὐτὸν ὁ Ἀσδρούβας περὶ πολλῶν ἐρόμενος καταπλαγῆναι τῆς σεμνότητος, καὶ πρὸς τοὺς φίλους εἰπεῖν ὅτι μὴ μόνον πολεμῶν οὗτος ὁ ἀνὴρ ἀλλὰ καὶ ἑστιώμενος φοβερὸς εἴη.