Ἀσδρούβας δὲ καὶ Μάγων καὶ Μασσανάσσης, ἐπιόντος αὐτοῖς τοῦ Σκιπίωνος ἄφνω σταδίων ὄντων ἐν μέσῳ δέκα μόνων, ἄσιτον οὖσαν ἔτι τὴν στρατιὰν ὥπλιζον μετὰ σπουδῆς καὶ θορύβου καὶ βοῆς. γενομένης δʼ ὁμοῦ πεζομαχίας τε καὶ ἱππομαχίας, οἱ μὲν ἱππεῖς οἱ τῶν Ῥωμαίων ἐκράτουν ὑπὸ τῆς αὐτῆς μηχανῆς, ἀμεταστρεπτὶ τοὺς Νομάδας διώκοντες, ὑποχωρεῖν εἰθισμένους καὶ ἐπελαύνειν· οἷς τὰ ἀκόντια διὰ τὴν ἐγγύτητα οὐδὲν ἦν ἔτι χρήσιμα· οἱ πεζοὶ δʼ ἐπονοῦντο ὑπὸ τοῦ πλήθους τῶν Λιβύων, καὶ ἡττῶντο διʼ ὅλης ἡμέρας. οὐδὲ τοῦ Σκιπίωνος αὐτοὺς ἐπιθέοντός τε καὶ παρακαλοῦντος μετετίθεντο, μέχρι τὸν ἵππον Σκιπίων τῷ παιδὶ παραδούς, καὶ παρά τινος ἀσπίδα λαβών, ἐξέδραμεν ὡς εἶχε μόνος ἐς τὸ μεταίχμιον, κεκραγώς, ἐπικουρεῖτε, ὦ Ῥωμαῖοι, κινδυνεύοντι ὑμῶν τῷ Σκιπίωνι. τότε γὰρ οἱ μὲν ἐγγὺς ὁρῶντες οἷ κινδύνου φέρεται, οἱ δὲ πόρρω πυνθανόμενοι, καὶ πάντες ὁμοίως αἰδούμενοί τε καὶ περὶ τῷ στρατηγῷ δεδιότες, ἐσέδραμον ἐς τοὺς πολεμίους μετʼ ἀλαλαγμοῦ καὶ βίας, ἣν οὐκ ἐνεγκόντες οἱ Λίβυες ἐνέδωκαν, ἐπιλειπούσης αὐτοὺς ἅμα τῆς δυνάμεως ὑπὸ τῆς ἀσιτίας περὶ ἑσπέραν· καὶ πολὺς αὐτῶν διʼ ὀλίγου τότε φόνος ἐγίγνετο. τοῦτο μὲν δὴ τέλος ἦν Σκιπίωνι τῆς περὶ Καρμώνην μάχης, ἐπισφαλοῦς ἐς πολὺ γενομένης. ἀπέθανον δʼ ἐν αὐτῇ Ῥωμαίων μὲν ὀκτακόσιοι, τῶν δὲ πολεμίων μύριοι καὶ πεντα· κισχίλιοι. μετὰ δὲ τοῦθʼ οἱ μὲν Λίβυες ὑπεχώρουν ἀεὶ μετὰ σπουδῆς, ὁ δὲ Σκιπίων αὐτοῖς εἵπετο, βλάπτων τι καὶ λυπῶν ὁσάκις καταλάβοι. ὡς δʼ οἱ μὲν ὀχυρόν τι χωρίον προύλαβον, ἔνθα καὶ ὕδωρ ἦν ἄφθονον καὶ ἀγορά, καὶ οὐδὲν ἄλλο ἢ πολιορκεῖν αὐτοὺς ἔδει, Σκιπίωνα δʼ ἤπειγον ἕτεραι χρεῖαι, Σιλανὸν μὲν ἀπέλιπε τούσδε πολιορκεῖν, αὐτὸς δʼ ἐπῄει τὴν ἄλλην Ἰβηρίαν καὶ ὑπήγετο. Λιβύων δὲ τῶν ὑπὸ Σιλανοῦ πολιορκουμένων αὖθις ὑποχωρούντων, ἕως ἐπὶ τὸν πορθμὸν ἀφικόμενοι ἐς Γάδειρα ἐπέρασαν, ὁ Σιλανός, ὅσα δυνατὸν ἦν βλάψας, ἀνεζεύγνυεν ἐς Καρχηδόνα πρὸς Σκιπίωνα. Ἀσδρούβαν δὲ τὸν Ἀμίλχαρος, περὶ τὸν βόρειον ὠκεανὸν στρατιὰν ἔτι συλλέγοντα, ὁ ἀδελφὸς Ἀννίβας ἐκάλει κατὰ σπουδὴν ἐς τὴν Ἰταλίαν ἐσβαλεῖν. ὁ δὲ ἵνα λάθοι τὸν Σκιπίωνα, παρὰ τὸν βόρειον ὠκεανὸν τὴν Πυρήνην ἐς Γαλάτας ὑπερέβαινε, μεθʼ ὧν ἐξενολογήκει Κελτιβήρων. καὶ ὁ μὲν Ἀσδρούβας ὧδε ἐς τὴν Ἰταλίαν, τῶν Ἰταλῶν ἀγνοούντων, ἠπείγετο.