ὁ δὲ τόλμῃ καὶ τύχῃ πόλιν εὐδαίμονα καὶ δυνατὴν ἑλὼν ἡμέρᾳ μιᾷ, τετάρτῃ τῆς ἐπʼ αὐτὴν ἀφίξεως, ἐπῇρτο μεγάλως, καὶ μᾶλλον ἐδόκει κατὰ θεὸν ἕκαστα δρᾶν, αὐτός τε οὕτως ἐφρόνει καὶ οὕτως ἐλογοποίει καὶ τότε καὶ ἐς τὸν ἔπειτα βίον, ἀρξάμενος ἐξ ἐκείνου. πολλάκις γοῦν ἐς τὸ Καπιτώλιον ἐσῄει μόνος, καὶ τὰς θύρας ἐπέκλειεν ὥσπερ τι παρὰ τοῦ θεοῦ μανθάνων. καὶ νῦν ἔτι τὴν εἰκόνα τὴν Σκιπίωνος ἐν ταῖς πομπαῖς μόνου προφέρουσιν ἐκ τοῦ Καπιτωλίου, τῶν δʼ ἄλλων ἐξ ἀγορᾶς φέρονται. τότε δʼ εἰρηνικὸν ὁμοῦ καὶ πολεμικὸν ταμιεῖον παραλαβών, ὅπλα τε πολλὰ ἐν αὐτῷ καὶ βέλη καὶ μηχανήματα καὶ νεωσοίκους καὶ ναῦς μακρὰς τρεῖς καὶ τριάκοντα, καὶ σῖτον καὶ ἀγορὰν ποικίλην, καὶ ἐλέφαντα καὶ χρυσὸν καὶ ἄργυρον, τὸν μὲν ἐν σκεύεσι πεποιημένον, τὸν δὲ ἐπίσημον, τὸν δὲ ἀσήμαντον, ὅμηρά τε Ἰβήρων καὶ αἰχμάλωτα, καὶ ὅσα Ῥωμαίων αὐτῶν προείληπτο, ἔθυε τῆς ἐπιούσης καὶ ἐθριάμβευε, καὶ τὴν στρατιὰν ἐπῄνει, καὶ τῇ πόλει μετὰ τὴν στρατιὰν ἐδημηγόρει, τῶν τε Σκιπιώνων αὐτοὺς ἀναμνήσας ἀπέλυε τοὺς αἰχμαλώτους ἐς τὰ ἴδια, θεραπεύων τὰς πόλεις. ἀριστεῖα δʼ ἐδίδου τῷ μὲν ἐς τὸ τεῖχος ἀναβάντι πρώτῳ μέγιστα, τῷ δʼ ἑξῆς τὰ ἡμίσεα τούτων, τῷ δὲ τρίτῳ τὰ τρίτα καὶ τοῖς ἄλλοις κατὰ λόγον. τὰ δὲ λοιπὰ ἐς Ῥώμην ἔπεμψεν ἐπὶ τῶν εἰλημμένων νεῶν, ὅσα χρυσὸς ἢ ἄργυρος ἦν ἢ ἐλέφας. ἡ μὲν δὴ πόλις ἔθυεν ἐπὶ πρεῖς ἡμέρας ὡς τῆς πατρῴας εὐπραξίας ἐκ πόνων πολλῶν αὖθις ἀνακυπτούσης, ἡ δὲ Ἰβηρία καὶ οἱ ἐν αὐτῇ Φοίνικες κατεπεπλήγεσαν τῷ μεγέθει καὶ τάχει τοῦ τολμήματος. ὁ δὲ φρουρὰν μὲν Καρχηδόνι ἐπέστησε, καὶ τὸ τεῖχος ἐκέλευσε τὸ παρὰ τὴν ἄμπωτιν ἐς ὕψος ἐγεῖραι· τὴν δʼ ἄλλην Ἰβηρίαν αὐτός τε ἐπιὼν καὶ τοὺς φίλους ἐς ἕκαστα περιπέμπων ὑπήγετο, καὶ τἆλλα τὰ ἀντέχοντα ἐβιάζετο. Καρχηδονίων δʼ οἱ στρατηγοὶ δύο ὄντε λοιπὼ καὶ δύο Ἀσδρούβα, ὁ μὲν τοῦ Ἀμίλχαρος πορρωτάτω παρὰ Κελτίβηρσιν ἐξενολόγει, ὁ δὲ τοῦ Γέσκωνος ἐς μὲν τὰς πόλεις τὰς ἔτι βεβαίους περιέπεμπεν, ἀξιῶν Καρχηδονίοις ἐμμένειν ὡς στρατιᾶς ἐλευσομένης αὐτίκα ἀπείρου τὸ πλῆθος, Μάγωνα δʼ ἕτερον ἐς τὰ πλησίον περιέπεμπε ξενολογεῖν ὁπόθεν δυνηθείη, καὶ αὐτὸς ἐς τὴν Λέρσα γῆν τῶν ἀφισταμένων ἐνέβαλε, καί τινα αὐτῶν πόλιν ἔμελλε πολιορκήσειν. ἐπιφανέντος δὲ αὐτῷ τοῦ Σκιπίωνος ἐς Βαιτύκην ὑπεχώρει, καὶ πρὸ τῆς πόλεως ἐστρατοπέδευσεν· ἔνθα τῆς ἐπιούσης εὐθὺς ἡσσᾶτο, καὶ τὸν χάρακα αὐτοῦ καὶ τὴν Βαιτύκην ἔλαβεν ὁ Σκιπίων.