ὁ δὲ καὶ ταῦτα προεώρα, καὶ τὰς ἐκείνων δίκας ἀρχὴν ἐφʼ ἑαυτὸν οὖσαν ἐπιβουλῆς· οὐδʼ ἠξίου τὴν ἔχθραν, ὥσπερ ὁ πατὴρ καὶ ὁ κηδεστής, ἐσαεὶ καὶ μετὰ φόβου διαφέρειν, οὐδʼ ἐπὶ τῷ Καρχηδονίων κουφόνῳ μέχρι παντὸς εἶναι, ῥᾳδίως ἐς εὐεργέτας πρὸς ἀχαριστίαν τρεπομένων. ἐλέγετο δὲ καὶ παῖς ὢν ἔτι ὑπὸ τοῦ πατρὸς ὁρκωθῆναι ἐπὶ ἐμπύρων ἄσπειστος ἐχθρὸς ἔσεσθαι Ῥωμαίοις, ὅτε ἐς πολιτείαν παρέλθοι. διὰ δὴ ταῦτʼ ἐπενόει μεγάλοις καὶ χρονίοις πράγμασι τὴν πατρίδα περιβαλών, καὶ καταστήσας ἐς ἀσχολίας καὶ φόβους, τὸ ἑαυτοῦ καὶ τὰ τῶν φίλων ἐν ἀδεεῖ θέσθαι. Λιβύην μὲν οὖν εὐσταθοῦσαν ἑώρα, καὶ Ἰβήρων ὅσα ὑπήκοα ἦν· εἰ δὲ πρὸς Ῥωμαίους πόλεμον αὖθις ἀναρριπίσειεν, οὗ μάλιστα ἐπεθύμει, ἐδόκει Καρχηδονίους μὲν ἐν φροντίσι καὶ φόβοις ἔσεσθαι μακροῖς, αὐτὸς δέ, εἴτε κατορθώσειεν, ἐπὶ κλέους ἀθανάτου γενήσεσθαι, τὴν πατρίδα τῆς οἰκουμένης γῆς ἄρχουσαν ἀποφήνας (οὐ γὰρ εἶναί τινας ἀντιμάχους αὐτοῖς ἐπὶ Ῥωμαίοις), εἴτε καὶ πταίσειε, μεγάλην καὶ ὣς τὸ ἐγχείρημα αὐτῷ δόξαν οἴσειν. ἀρχὴν δὲ ὑπολαμβάνων ἔσεσθαι λαμπρὰν εἰ τὸν Ἴβηρα διαβαίη, Τορβολήτας, οἳ γείτονές εἰσι Ζακανθαίων, ἀνέπεισε τῶν Ζακανθαίων παρὰ οἷ καταβοᾶν ὡς τήν τε χώραν αὐτῶν ἐπιτρεχόντων καὶ πολλὰ σφᾶς ἄλλα ἀδικούντων. οἱ δὲ ἐπείθοντο. καὶ πρέσβεις αὐτῶν ὁ Ἀννίβας ἐς Καρχηδόνα ἔπεμπεν, αὐτός τε ἐν ἀπορρήτοις ἔγραφε Ῥωμαίους τὴν ὑπὸ Καρχηδονίοις Ἰβηρίαν ἀναπείθειν ἀπὸ Καρχηδονίων ἀφίστασθαι, καὶ Ζακανθαίους Ῥωμαίοις ταῦτα συμπράσσειν. ὅλως τε τῆς ἀπάτης οὐ μεθίει, πολλὰ τοιαῦτα ἐπιστέλλων, ἕως ἡ βουλὴ προσέταξεν αὐτῷ πράσσειν ἐς Ζακανθαίους ὅ τι δοκιμάσειεν. ὁ δὲ ἐπεὶ τῆς ἀφορμῆς ἐλάβετο, Τορβολήτας αὖθις ἔπραξεν ἐντυχεῖν οἱ κατὰ τῶν Ζακανθαίων, καὶ μετεπέμπετο πρέσβεις. οἱ δὲ ἀφίκοντο μέν, κελεύοντος δὲ τοῦ Ἀννίβου λέγειν ἑκατέρους ἐφʼ ἑαυτοῦ περὶ ὧν διαφέρονται, Ῥωμαίοις ἔφασαν ἐπιτρέψειν τὴν δίκην. ὁ μὲν δὴ ταῦτʼ εἰπόντας ἀπέπεμπεν ἀπὸ τοῦ στρατοπέδου, καὶ τῆς ἐπιούσης νυκτὸς παντὶ τῷ στρατῷ τὸν Ἴβηρα διαβὰς τὴν χώραν ἐπόρθει καὶ τῇ πόλει μηχανήματα ἐφίστη. ἑλεῖν δʼ οὐ δυνάμενος ἀπετάφρευε καὶ φρούρια πολλὰ περιθεὶς ἐκ διαστημάτων ἐπεφοίτα.