καὶ Καυκαίους δὲ παροδεύων, ἐς οὓς παρεσπόνδησε Λεύκολλος, ἐκήρυξε Καυκαίους ἐπὶ τὰ ἑαυτῶν ἀκινδύνως κατέρχεσθαι. καὶ παρῆλθεν ἐς τὴν Νομαντίνην χειμάσων, ἔνθα αὐτῷ καὶ Ἰογόρθας ἐκ Λιβύης ἀφίκετο, ὁ Μασσανάσσου υἱωνός, ἄγων ἐλέφαντας δυοκαίδεκα καὶ τοὺς συντασσομένους αὐτοῖς τοξότας τε καὶ σφενδονήτας. ἀεὶ δέ τι δῃῶν, καὶ τὰ περικείμενα πορθῶν, ἔλαθε περὶ κώμην ἐνεδρευθείς, ἣν ἐκ τοῦ πλέονος τέλμα πηλοῦ περιεῖχεν, ἐπὶ δὲ θάτερα φάραγξ ἦν, καὶ ἀφανὴς ἐν ἐκείνῃ λόχος ὑπεκρύπτετο. τῆς οὖν στρατιᾶς τῷ Σκιπίωνι διῃρημένης, οἱ μὲν τὴν κώμην ἐπόρθουν ἐσελθόντες, τὰ σημεῖα ἔξω καταλιπόντες, οἱ δὲ περιίππευον οὐ πολλοί. τούτοις οὖν ἐμπίπτουσιν οἱ λοχῶντες. καὶ οἱ μὲν αὐτοὺς ἀπεμάχοντο, ὁ δὲ Σκιπίων (ἔτυχε γὰρ πρὸ τῆς κώμης παρὰ τὰ σημεῖα ἑστώς) ἀνεκάλει τῇ σάλπιγγι τοὺς ἔνδον, καὶ πρὶν αὐτῷ γενέσθαι χιλίους, τοῖς ἱππεῦσιν ἐνοχλουμένοις ἐπεβοήθει. τοῦ δὲ στρατοῦ τοῦ πλέονος ἐκ τῆς κώμης ἐκδραμόντος, ἐτρέψατο μὲν ἐς φυγὴν τοὺς πολεμίους, οὐ μὴν ἐδίωκε φεύγοντας, ἀλλʼ ἐς τὸν χάρακα ἀνεχώρει πεσόντων ἑκατέρωθεν ὀλίγων. μετʼ οὐ πολὺ δὲ ἀγχοτάτω τῆς Νομαντίας δύο στρατόπεδα θέμενος, τῷ μὲν ἐπέστησε τὸν ἀδελφὸν Μάξιμον, τοῦ δὲ αὐτὸς ἡγεῖτο. Νομαντίνων δὲ θαμινὰ ἐκτασσόντων καὶ προκαλουμένων αὐτὸν ἐς μάχην ὑπερεώρα, οὐ δοκιμάζων ἀνδράσιν ἐξ ἀπογνώσεως μαχομένοις συμπλέκεσθαι μᾶλλον ἢ συγκλείσας αὐτοὺς ἑλεῖν λιμῷ. φρούρια δʼ ἑπτὰ περιθείς, πολιορκίαν ἐπιγράψας ἑκάστοις οὓς ἔδει πέμπειν. ὡς δὲ ἦλθον, ἐς μέρη πολλὰ διεῖλεν αὐτούς, καὶ τὴν ἑαυτοῦ στρατιὰν ἐπιδιεῖλεν· εἶθʼ ἡγεμόνας ἐπιστήσας ἑκάστῳ μέρει προσέταξε περιταφρεύειν καὶ περιχαρακοῦν τὴν πόλιν. ἦν δὲ ἡ περίοδος ἡ μὲν αὐτῆς Νομαντίας τέσσαρες καὶ εἴκοσι στάδιοι, ἡ δὲ τοῦ χαρακώματος ὑπὲρ τὸ διπλάσιον. καὶ τοῦτο διῄρητο πᾶν οἱ κατὰ μέρος ἕκαστον. καὶ προείρητο, εἴ τι ἐνοχλοῖεν οἱ πολέμιοι, σημεῖον ἐξαίρειν, ἡμέρας μὲν φοινικίδα ἐπὶ δόρατος ἱψηλοῦ, νυκτὸς δὲ πῦρ, ἵνα τοῖς δεομένοις ἐπιθέοντες αὐτός τε καὶ Μάξιμος ἀμύνοιεν. ὡς δʼ ἐξείργαστο πάντα αὐτῷ, καὶ τοὺς κωλύοντας εἶχεν ἱκανῶς ἀπομάχεσθαι, ἑτέραν τάφρον ὤρυσσεν οὐ μακρὰν ὑπὲρ ἐκείνην, καὶ σταυροὺς αὐτῇ περιεπήγνυ, καὶ τεῖχος ᾠκοδόμει, οὗ τὸ μὲν πάχος ἦν πόδες ὀκτώ, τὸ δὲ ὕψος δέκα χωρὶς τῶν ἐπάλξεων. πύργοι τε πανταχόθεν αὐτῷ διὰ πλέθρου περιέκειντο. καὶ λίμνην συνάπτουσαν οὐκ ἐνὸν περιτειχίσαι, χῶμα αὐτῇ περιέθηκεν ἴσον τῷ τείχει καὶ τὸ βάθος καὶ τὸ ὕψος, ὡς ἂν εἴη καὶ τόδε ἀντὶ τείχους.