ὅτε δʼ εἴκασεν ὀξὺ καὶ εὐπειθὲς αὐτῷ καὶ φερέπονον γεγονέναι τὸ στράτευμα, μετέβαινεν ἀγχοῦ τῶν Νομαντίνων. προφυλακὰς δέ, ὥσπερ τινές, ἐπὶ φρουρίων οὐκ ἐποιεῖτο· οὐδὲ διῄρει ποι τὸν στρατὸν ὅλως, τοῦ μὴ τινὸς ἐν ἀρχῇ γενομένου πταίσματος εὐκαταφρόνητον τοῖς πολεμίοις αὐτὸν γενέσθαι, καὶ τέως καταφρονοῦσιν. οὐδʼ ἐπεχείρει τοῖς ἐχθροῖς, ἔτι περισκοπῶν αὐτόν τε τὸν πόλεμον καὶ τὸν καιρὸν αὐτοῦ καὶ τὴν τῶν Νομαντίνων ὁρμήν, ἐς ὅ τι τρέψοιντο. τὰ δὲ ὀπίσω τοῦ στρατοπέδου πάντα ἐχορτολόγει, καὶ τὸν σῖτον ἔκειρεν ἔτι χλωρόν. ὡς δʼ αὐτῷ ταῦτα ἐξετεθέριστο καὶ ἐς τὸ πρόσθεν ἔδει βαδίζειν, ὁδὸς μὲν ἦν παρὰ τὴν Νομαντίαν ἐπὶ τὰ πεδία σύντομος, καὶ πολλοὶ συνεβούλευον ἐς αὐτὴν τραπέσθαι. ὁ δʼ ἔφη τὴν ἐπάνοδον δεδιέναι, κούφων μὲν τότε τῶν πολεμίων ὄντων, καὶ ἐκ πόλεως ὁρμωμένων καὶ ἐς πόλιν ἀφορμώντων· οἱ δʼ ἡμέτεροι βαρεῖς ἐπανίασιν ὡς ἀπὸ σιτολογίας καὶ κατάκοποι, καὶ κτήνη καὶ ἁμάξας καὶ φορτία ἄγουσιν. δυσχερής τε ὅλως καὶ ἀνόμοιος ὁ ἀγών· ἡσσωμένοις μὲν γὰρ πολὺς ὁ κίνδυνος, νικῶσι δὲ οὐ μέγα τὸ ἔργον, οὐδʼ ἐπικερδές. εἶναι δʼ ἄλογον κινδυνεύειν ἐπὶ ὀλίγοις, καὶ στρατηγὸν ἀμελῆ τὸν ἀγωνιζόμενον πρὸ τῆς χρείας, ἀγαθὸν δὲ τὸν ἐν μόναις παρακινδυνεύοντα ταῖς ἀνάγκαις. συγκρίνων δʼ ἔφη καὶ τοὺς ἰατροὺς μὴ χρῆσθαι τομαῖς μηδὲ καύσεσι πρὸ φαρμάκων. ταῦτʼ εἰπὼν ἐκέλευε τοῖς ἡγεμόσι τὴν μακροτέραν περιάγειν. καὶ συνεξῄει τότε μὲν ἐς τὸ πέραν τοῦ στρατοπέδου, ὕστερον δὲ ἐς τὰ Οὐακκαίων, ὅθεν οἱ Νομαντῖνοι τὰς τροφὰς ἐωνοῦντο, κείρων ἅπαντα, καὶ τὰ χρήσιμα ἐς τὰς ἑαυτοῦ τροφὰς συλλέγων, τὰ δὲ περιττὰ σωρεύων τε καὶ κατακαίων. ἐν δέ τινι πεδίῳ τῆς Παλλαντιας, ὄνομα Κοπλανίῳ, πολλοὺς ἐπὶ τῶν ὀρῶν ὑπὸ λόφοις ἔκρυψαν οἱ Παλλάντιοι, καὶ ἑτέροις ἐς τὸ φανερὸν τοὺς σιτολογοῦντας ἠνώχλουν. ὁ δὲ Ῥουτίλιον Ῥοῦφον, συγγραφέα τῶνδε τῶν ἔργων, τότε χιλιαρχοῦντα, ἐκέλευσε τέσσαρας ἱππέων ἴλας λαβόντα ἀναστεῖλαι τοὺς ἐνοχλοῦντας. Ῥοῦφος μὲν οὖν ὑποχωροῦσιν αὐτοῖς ἀμέτρως εἵπετο, καὶ φεύγουσιν ἐς τὸν λόφον συνανεπήδα, ἔνθα τῆς ἐνέδρας ἐκφανείσης ἐκέλευε τοὺς ἱππέας μήτε διώκειν μήτε ἐπιχειρεῖν ἔτι, ἀλλʼ ἐν προβολῇ τὰ δόρατα θεμένους ἑστάναι καὶ ἐπιόντας ἀμύνεσθαι μόνον. ὁ δὲ Σκιπίων εὐθὺ ἀνατρέχοντος αὐτοῦ παρὰ τὸ πρόσταγμα δείσας εἵπετο κατὰ σπουδήν, καὶ ὡς ηὗρε τὴν ἐνέδραν, ἐς δύο διεῖλε τοὺς ἱππέας, καὶ προσέταξεν αὐτῶν ἑκατέροις παρὰ μέρος ἐμπηδᾶν τοῖς πολεμίοις, καὶ ἀκοντίσαντας ὁμοῦ πάντας εὐθὺς ἀναχωρεῖν, οὐκ ἐς τὸν αὐτὸν τόπον, ἀλλʼ ἀεὶ κατʼ ὀλίγον προστιθέντας ὀπίσω καὶ ὑποχωροῦντας. οὕτω μὲν τοὺς ἱππέας ἐς τὸ πεδίον περιέσωσεν· ἀναζευγνύοντι δʼ αὐτῷ καὶ ἀναχωροῦντι ποταμὸς ἦν ἐν μέσῳ δύσπορός τε καὶ ἰλυώδης, καὶ παρʼ αὐτὸν ἐνήδρευον οἱ πολέμιοι. ὁ δὲ μαθὼν ἐξέκλινε τῆς ὁδοῦ, καὶ μακροτέραν ἦγε καὶ δυσενέδρευτον, νυκτός τε ὁδεύων διὰ τὸ δίψος καὶ φρέατα ὀρύσσων, ὧν τὰ πλέονα πικρὰ ηὑρίσκετο. τοὺς μὲν οὖν ἄνδρας ἐπιμόχθως περιέσωσεν, ἵπποι δέ τινες αὐτοῦ καὶ ὑποζύγια ὑπὸ τῆς δίψης ἀπώλοντο.