ἐλθὼν δὲ ἐμπόρους τε πάντας ἐξήλαυνε καὶ ἑταίρας καὶ μάντεις καὶ θύτας, οἷς διὰ τὰς δυσπραξίας οἱ στρατιῶται περιδεεῖς γεγονότες ἐχρῶντο συνεχῶς· ἔς τε τὸ μέλλον ἀπεῖπε μηδὲν ἐσφέρεσθαι τῶν περισσῶν, μηδὲ ἱερεῖον ἐς μαντείαν πεποιημένον. ἐκέλευσε δὲ καὶ τὰς ἁμάξας καὶ τὰ περισσὰ τῶν ἐς αὐτὰς τιθεμένων καὶ τὰ ὑποζύγια, χωρὶς ὧν αὐτὸς ὑπελείπετο, πραθῆναι. καὶ σκεῦος οὐκ ἐξῆν ἐς δίαιταν ἔχειν οὐδενὶ πλὴν ὀβελοῦ καὶ χύτρας χαλκῆς καὶ ἐκπώματός ἑνός. τά τε σιτία αὐτοῖς ὥριστο κρέα ζεστὰ καὶ ὀπτὰ εἶναι. κλίνας τε ἀπεῖπεν ἔχειν, καὶ πρῶτος ἐπὶ στιβάδων ἀνεπαύετο. ἀπεῖπε δὲ καὶ ὁδεύοντας ἡμιόνοις ἐπικαθέζεσθαι· τί γὰρ ἐν πολέμῳ προσδοκᾶν ἔφη παρʼ ἀνδρὸς οὐδὲ βαδίζειν δυναμένου; κἀν τοῖς ἀλείμμασι καὶ λουτροῖς ἑαυτοὺς ἤλειφον, ἐπισκώπτοντος τοῦ Σκιπίωνος ὡς αἱ ἡμίονοι χεῖρας οὐκ ἔχουσαι χρῄζουσι τριβόντων. οὕτω μὲν αὐτοὺς ἐς σωφροσύνην μετέβαλλεν ἀθρόως, εἴθιζε δὲ καὶ ἐς αἰδῶ καὶ φόβον, δυσπρόσιτος ὢν καὶ δυσχερὴς ἐς τὰς χάριτας, καὶ μάλιστα τὰς παρανόμους. ἔλεγέ τε πολλάκις τοὺς μὲν αὐστηροὺς καὶ ἐννόμους τῶν στρατηγῶν τοῖς οἰκείοις, τοὺς δὲ εὐχερεῖς καὶ φιλοδώρους τοῖς πολεμίοις εἶναι χρησίμους· τὰ γὰρ στρατόπεδα τοῖς μὲν εἶναι κεχαρισμένα τε καὶ καταφρονητικά, τοῖς δὲ σκυθρωπὰ μὲν εὐπειθῆ δὲ καὶ πᾶσιν ἕτοιμα. οὐ μὴν οὐδʼ ὣς ἐτόλμα πολεμεῖν πρὶν αὐτοὺς γυμνάσαι πόνοις πολλοῖς. τὰ οὖν ἀγχοτάτω πεδία πάντα περιιών, ἑκάστης ἡμέρας, ἄλλο μετʼ ἄλλο στρατόπεδον ἤγειρέ τε καὶ καθῄρει, καὶ τάφρους ὤρυσσε βαθυτάτας καὶ ἐνεπίμπλη, τείχη τε μεγάλα ᾠκοδόμει καὶ κατέφερεν, αὐτὸς ἐξ ἠοῦς ἐς ἑσπέραν ἅπαντα ἐφορῶν. τὰς δὲ ὁδοιπορίας, ἵνα μή τις ὡς πάλαι διασκιδνῷτο, ἦγεν ἐν πλινθίοις ἀεί, καὶ τὴν δεδομένην ἑκάστῳ τάξιν οὐκ ἦν ἐναλλάξαι. περιιών τε τὴν ὁδοιπορίαν, καὶ τὰ πολλὰ οὐραγῶν, τοὺς μὲν ἀρρωστοῦντας ἐπὶ τοὺς ἵππους ἀνεβίβαζεν ἀντὶ τῶν ἱππέων, τὰ δὲ βαροῦντα τὰς ἡμιόνους ἐς τοὺς πεζοὺς διεμέριζεν. εἰ δὲ σταθμεύοι, τοὺς μὲν προφύλακας τῆς ἡμέρας ἐκ τῆς ὁδοιπορίας ἔδει περὶ τὸν χάρακα ἵστασθαι, καὶ ἱππέων ἑτέραν ἴλην περιτρέχειν· οἱ δʼ ἄλλοι τὰ ἔργα διῄρηντο, καὶ τοῖς μὲν ταφρεύειν ἐτέτακτο, τοῖς δὲ τειχίζειν, τοῖς δὲ σκηνοποιεῖν, χρόνου τε μῆκος ὡρίζετο αὐτοῖς καὶ διεμετρεῖτο.