Οὐρίατθον μὲν δὴ λαμπρότατα κοσμήσαντες ἐπὶ ὑψηλοτάτης πυρᾶς ἔκαιον, ἱερεῖά τε πολλὰ ἐπέσφαττον αὐτῷ, καὶ κατὰ ἴλας οἵ τε πεζοὶ καὶ οἱ ἱππεῖς ἐν κύκλῳ περιθέοντες αὐτὸν ἔνοπλοι βαρβαρικῶς ἐπῄνουν, μέχρι τε σβεσθῆναι τὸ πῦρ παρεκάθηντο πάντες ἀμφʼ αὐτό. καὶ τῆς ταφῆς ἐκτελεσθείσης, ἀγῶνα μονομάχων ἀνδρῶν ἤγαγον ἐπὶ τοῦ τάφου. τοσοῦτον αὑτοῦ πόθον κατέλιπεν Οὐρίατθος, ἀρχικώτατος μὲν ὡς ἐν βαρβάροις γενόμενος, φιλοκινδυνότατος δʼ ἐς ἅπαντα πρὸ ἁπάντων, καὶ ἰσομοιρότατος ἐν τοῖς κέρδεσιν. οὐ γάρ ποτε πλέον ὑπέστη λαβεῖν, ἀεὶ παρακαλούντων· ὃ δὲ καὶ λάβοι, τοῖς ἀριστεύσασιν ἐδίδου. ὅθεν αὐτῷ, δυσχερέστατον ἔργον καὶ οὐδενί πω στρατηγῶν εὐμαρῶς ἐγγενόμενον, ἔτεσιν ὀκτὼ τοῦδε τοῦ πολέμου παμμιγὴς στρατὸς ἀστασίαστος ἦν καὶ κατήκοος ἀεὶ καὶ ἐς τοὺς κινδύνους ὀξύτατος. τότε δὲ σφῶν Τάνταλον ἑλόμενοι στρατηγεῖν, ἐπὶ Ζάκανθαν ἐφέροντο, ἣν Ἀννίβας καθελὼν ἔκτισε καὶ ἀπὸ τῆς αὑτοῦ πατρίδος Καρχηδόνα προσεῖπεν. ἀποκρουσθεῖσι δʼ αὐτοῖς ἐκεῖθεν, καὶ τὸν Βαῖτιν ποταμὸν περῶσιν, ὁ Καιπίων ἐπέκειτο, μέχρι κάμνων ὁ Τάνταλος αὑτόν τε καὶ τὴν στρατιὰν τῷ Καιπίωνι παρέδωκεν ὡς ὑπηκόοις χρῆσθαι. ὁ δὲ ὅπλα τε αὐτοὺς ἀφείλετο ἅπαντα, καὶ γῆν ἔδωκεν ἱκανήν, ἵνα μὴ λῃστεύοιεν ἐξ ἀπορίας. ἐπάνεισι δʼ ἐς τὸν Ἀρουακῶν καὶ Νομαντίνων πόλεμον ἡ γραφή, οὓς Οὐρίατθος μὲν ἠρέθισεν ἐς ἀπόστασιν, Καικίλιος δʼ αὐτοῖς Μέτελλος ἀπὸ Ῥώμης ἐπιπεμφθεὶς μετὰ πλέονος στρατοῦ Ἀρουακοὺς μὲν ἐχειρώσατο, σὺν ἐκπλήξει καὶ τάχει θερίζουσιν ἐμπίπτων, Τερμεντία δʼ αὐτῷ καὶ Νομαντία ἔτι ἔλειπον. ἦν δʼ ἡ Νομαντία ποταμοῖς δύο καὶ φάραγξιν ἀπόκρημνος, ὗλαί τε αὐτῇ πυκναὶ περιέκειντο, καὶ μία κάθοδος ἦν ἐς τὸ πεδίον, ἣ τάφρων ἐπεπλήρωτο καὶ στηλῶν. αὐτοὶ δʼ ἦσαν ἄριστοι μὲν ἱππεῖς τε καὶ πεζοί, πάντες δʼ ἀμφὶ τοὺς ὀκτακισχιλίους. καὶ τοσοίδε ὄντες ὅμως ὑπʼ ἀρετῆς ἐς μέγα ἠνώχλησαν τὰ Ῥωμαίων. Μέτελλος μὲν δὴ μετὰ χειμῶνα τὴν στρατιὰν Κοΐντῳ Πομπηίῳ [Αὔλῳ] διαδόχῳ τῆς στρατηγίας οἱ γενομένῳ παρέδωκε, τρισμυρίους πεζοὺς καὶ δισχιλίους ἱππέας ἄριστα γεγυμνασμένους, ὁ δὲ Πομπήιος τῇ Νομαντίᾳ παραστρατοπεδεύων ᾤχετό ποι, καὶ ἱππέας αὐτοῦ μεταθέοντας αὐτὸν οἱ Νομαντῖνοι καταβάντες ἔκτειναν. ἐπανελθὼν οὖν παρέτασσεν ἐς τὸ πεδίον, καὶ οἱ Νομαντῖνοι καταβάντες ὑπεχώρουν κατʼ ὀλίγον οἷα φεύγοντες, μέχρι ταῖς στήλαις καὶ φάραγξιν ὁ Πομπήιος