ἐπὶ δὲ Ταλάβριγα πόλιν ἐλθών, ἣ πολλάκις μὲν αὐτῷ συνετέθειτο, πολλάκις δὲ ἀποστᾶσα ἠνώχλει, παρακαλούντων αὐτὸν καὶ τότε τῶν Ταλαβρίγων καὶ διδόντων αὑτοὺς ἐς ὅ τι χρῄζοι, πρῶτα μὲν τοὺς αὐτομόλους Ῥωμαίων ᾔτει καὶ τὰ αἰχμάλωτα, καὶ ὅπλα ὅσα εἶχον, καὶ ὅμηρα ἐπὶ τούτοις, εἶτʼ αὐτοὺς ἐκέλευσε σὺν παισὶ καὶ γυναιξὶν ἐκλιπεῖν τὴν πόλιν. ὡς δὲ καὶ τοῦθʼ ὑπέστησαν, τὴν στρατιὰν αὐτοῖς περιστήσας ἐδημηγόρει, καταλέγων ὁσάκις ἀποσταῖεν καὶ ὅσους πολέμους πολεμήσειαν αὐτῷ. φόβον δὲ καὶ δόξαν ἐμφήνας ἐργασομένου τι δεινόν, ἐπὶ τῶν ὀνειδῶν ἔληξε, καὶ τοὺς μὲν ἵππους αὐτῶν καὶ τὸν σῖτον καὶ χρήματα ὅσα κοινὰ ἦν, ἢ εἴ τις ἄλλη δημοσία παρασκευή, πάντα περιεῖλε, τὴν δὲ πόλιν αὖθις οἰκεῖν ἔδωκεν ἐξ ἀέλπτου. τοσάδε μὲν δὴ Βροῦτος ἐργασάμενος ἐς Ῥώμην ἀπῄει. καὶ αὐτὰ ἐς τὴν Οὐριάτθου γραφὴν συνήγαγον, ἐν τῷ αὐτῷ χρόνῳ διὰ τὸν ἐκείνου ζῆλον ὑπὸ λῃστηρίων ἄλλων ἀρξάμενα γίγνεσθαι. Οὐρίατθος δὲ Καιπίωνι περὶ συμβάσεων τοὺς πιστοτάτους αὑτῷ φίλους ἐπέπεμπεν, Αὔδακα καὶ Διτάλκωνα καὶ Μίνουρον, οἳ διαφθαρέντες ὑπὸ τοῦ Καιπίωνος δώροις τε μεγάλοις καὶ ὑποσχέσεσι πολλαῖς ὑπέστησαν αὐτῷ κτενεῖν τὸν Οὐρίατθον. καὶ ἔκτειναν ὧδε. ὀλιγοϋπνότατος ἦν διὰ φροντίδα καὶ πόνους ὁ Οὐρίατθος, καὶ τὰ πολλὰ ἔνοπλος ἀνεπαύετο, ἵνα ἐξεγρόμενος εὐθὺς ἐς πάντα ἕτοιμος εἴη. τοῖς οὖν φίλοις ἐξῆν καὶ νυκτερεύοντι ἐντυγχάνειν. ᾧ δὴ καὶ τότε ἔθει οἱ περὶ τὸν Αὔδακα φυλάξαντες αὐτόν, ἀρχομένου ὕπνου παρῆλθον ἐς τὴν σκηνὴν ὡς δή τινος ἐπείγοντος, καὶ κεντοῦσιν ὡπλισμένον ἐς τὴν σφαγήν· οὐ γὰρ ἦν ἄλλοθι. οὐδεμιᾶς δʼ αἰσθήσεως γενομένης διὰ τὴν τῆς πληγῆς εὐκαιρίαν, διέδρασαν ἐς Καιπίωνα καὶ τὰς δωρεὰς ᾔτουν. ὁ δʼ αὐτίκα μὲν αὐτοῖς ἔδωκεν ἀδεῶς ἔχειν ὅσα ἔχουσι, περὶ δὲ ὧν ᾔτουν, ἐς Ῥώμην αὐτοὺς ἔπεμπεν. οἱ δὲ θεραπευτῆρες Οὐριάτθου καὶ ἡ ἄλλη στρατιά, γενομένης ἡμέρας, ἀναπαύεσθαι νομίζοντες αὐτὸν ἐθαύμαζον διὰ τὴν ἀήθειαν, μέχρι τινὲς ἔμαθον ὅτι νεκρὸς κέοιτο ἔνοπλος. καὶ εὐθὺς ἦν οἰμωγή τε καὶ πένθος ἀνὰ τὸ στρατόπεδον, ἀλγούντων τε ἐπʼ ἐκείνῳ καὶ περὶ σφῶν δεδιότων, καὶ ἐνθυμουμένων ἐν οἵοις εἰσὶ κινδύνοις καὶ οἵου στρατηγοῦ στεροῦνται. μάλιστα δὲ αὐτούς, ὅτι τοὺς δράσαντας οὐχ ηὕρισκον, ὑπερήλγυνεν.