καὶ ζήλῳ τῶν ἔργων Οὐριάτθου τὴν Λυσιτανίαν λῃστήρια πολλὰ ἄλλα ἐπιτρέχοντα ἐπόρθει. Σέξτος δὲ Ἰούνιος Βροῦτος ἐπὶ ταῦτα πεμφθεὶς ἀπέγνω μὲν αὐτὰ διώκειν διὰ χώρας μακρᾶς, ὅσην ὁ Τάγος τε καὶ Λήθης καὶ Δόριος καὶ Βαίτις ποταμοὶ ναυσίποροι περιέχουσιν, ὀξέως, οἷα δὴ λῃστήρια, μεθισταμένους δυσεργὲς ἡγούμενος εἶναι καταλαβεῖν, καὶ αἰσχρὸν οὐ καταλαβόντι, καὶ νικήσαντι τὸ ἔργον οὐ λαμπρόν· ἐς δὲ τὰς πόλεις αὐτῶν ἐτράπετο, δίκην τε λήψεσθαι προσδοκῶν, καὶ τῇ στρατιᾷ πολὺ κέρδος περιέσεσθαι, καὶ τοὺς λῃστὰς ἐς ἑκάστην ὡς πατρίδα κινδυνεύουσαν διαλυθήσεσθαι. ὁ μὲν δὴ ταῦτ’ ἐνθυμούμενος ἐδῄου τὰ ἐν ποσὶν ἅπαντα, συμμαχομένων τοῖς ἀνδράσι τῶν γυναικῶν καὶ συναναιρουμένων, καὶ οὔ τινα φωνὴν οὐδʼ ἐν ταῖς σφαγαῖς ἀφιεισῶν. εἰσὶ δʼ οἳ καὶ ἐς τὰ ὄρη μεθʼ ὧν ἐδύναντο ἀνεπήδων· καὶ αὐτοῖς δεομένοις συνεγίγνωσκεν ὁ Βροῦτος, καὶ τὰ ὄντα ἐμερίζετο. καὶ τὸν Δόριον περάσας πολλὰ μὲν πολέμῳ κατέδραμε, πολλὰ δὲ παρὰ τῶν αὑτοὺς ἐνδιδόντων ὅμηρα αἰτήσας ἐπὶ Λήθην μετῄει, πρῶτος ὅδε Ῥωμαίων ἐπινοῶν τὸν ποταμὸν τόνδε διαβῆναι. περάσας δὲ καὶ τόνδε, καὶ μέχρι Νίμιος ἑτέρου ποταμοῦ προελθών, Βρακάρων αὐτῷ φερομένην ἀγορὰν ἁρπασάντων ἐστράτευεν ἐπὶ τοὺς Βρακάρους, οἵ εἰσιν ἔθνος μαχιμώτατον, καὶ ἅμα ταῖς γυναιξὶν ὡπλισμέναις καὶ οἵδε ἐμάχοντο, καὶ προθύμως ἔθνησκον, οὐκ ἐπιστρεφόμενος αὐτῶν οὐδείς, οὐδὲ τὰ νῶτα δεικνύς, οὐδὲ φωνὴν ἀφιέντες. ὅσαι δὲ κατήγοντο τῶν γυναικῶν, αἱ μὲν αὑτὰς διεχρῶντο, αἱ δὲ καὶ τῶν τέκνων αὐτόχειρες ἐγίνοντο, χαίρουσαι τῷ θανάτῳ μᾶλλον τῆς αἰχμαλωσίας. εἰσὶ δέ τινες τῶν πόλεων αἳ τότε μὲν τῷ Βρούτῳ προσετίθεντο, οὐ πολὺ δʼ ὕστερον ἀφίσταντο. καὶ αὐτὰς ὁ Βροῦτος κατεστρέφετο αὖθις.