τοὺς σὺν αὐτῷ πάντας ἐχειροκόπησεν, Οὐρίατθον δὲ διώκων Ἐρισάνην αὐτοῦ πόλιν ἀπετάφρευεν, ἐς ἣν ὁ Οὐρίατθος ἐσδραμὼν νυκτὸς ἅμα ἕῳ τοῖς ἐργαζομένοις ἐπέκειτο, μέχρι τὰ σκαφεῖα ῥίψαντες ἔφευγον. τήν τε ἄλλην στρατιάν, ἐκταχθεῖσαν ὑπὸ τοῦ Σερουιλιανοῦ, τρεψάμενος ὁμοίως Οὐρίατθος ἐδίωκε, καὶ συνήλασεν ἐς κρημνούς, ὅθεν οὐκ ἦν τοῖς Ῥωμαίοις διαφυγεῖν. Οὐρίατθος δὲ ἐς τὴν εὐτυχίαν οὐχ ὕβρισεν, ἀλλὰ νομίσας ἐν καλῷ θήσεσθαι τὸν πόλεμον ἐπὶ χάριτι λαμπρᾷ, συνετίθετο Ῥωμαίοις, καὶ τὰς συνθήκας ὁ δῆμος ἐπεκύρωσεν· Οὐρίατθον εἶναι Ῥωμαίων φίλον, καὶ τοὺς ὑπʼ αὐτῷ πάντας ἧς ἔχουσι γῆς ἄρχειν. ὧδε μὲν ὁ Οὐριάτθου πόλεμος ἐδόκει πεπαῦσθαι, χαλεπώτατός τε Ῥωμαίοις γενόμενος καὶ ἐπὶ εὐεργεσίᾳ καταλυθείς. οὐ μὴν ἐπέμεινεν οὐδʼ ἐς βραχὺ τὰ συγ κείμενα· ὁ γαρ ἀδελφὸς Σερουιλιανοῦ τοῦ ταῦτα συνθεμένου, Καιπίων, διάδοχος αὐτῷ τῆς στρατηγίας γενόμενος διέβαλλε τὰς συνθήκας, καὶ ἐπέστελλε Ῥωμαίοις ἀπρεπεστάτας εἶναι. καὶ ἡ βουλὴ τὸ μὲν πρῶτον αὐτῷ συνεχώρει κρύφα λυπεῖν τὸν Οὐρίατθον ὅ τι δοκιμάσειεν· ὡς δʼ αὖθις ἠνώχλει καὶ συνεχῶς ἐπέστελλεν, ἔκρινε λῦσαί τε τὰς σπονδὰς καὶ φανερῶς πολεμεῖν αὖθις Οὐριάτθῳ. ἐψηφισμένου δὴ σαφῶς, ὁ Καιπίων Ἄρσαν τε πόλιν ἐκλιπόντος Οὐριάτθου παρέλαβε, καὶ αὐτὸν Οὐρίατθον φεύγοντά τε καὶ τὰ ἐν παρόδῳ φθείροντα περὶ Καρπητανίαν κατέλαβε, πολὺ πλείονας ἔχων. ὅθεν ὁ Οὐρίατθος οὐ δοκιμάζων αὐτῷ συμπλέκεσθαι διὰ τὴν ὀλιγότητα, κατὰ μέν τινα φάραγγα ἀφανῆ τὸ πλέον τοῦ στρατοῦ περιέπεμψεν ἀπιέναι, τὸ δὲ λοιπὸν αὐτὸς ἐκτάξας ἐπὶ λοφου δόξαν παρεῖχε πολεμήσοντος. ὡς δʼ ᾔσθετο τῶν προαπεσταλμένων ἐν ἀσφαλεῖ γεγονότων, ἐξίππευσεν ἐς αὐτοὺς μετὰ καταφρονήσεως, ὀξέως οὕτως ὡς μηδʼ αἰσθέσθαι τοὺς διώκοντας ὅποι διέδραμεν. ὁ δὲ Καιπίων ἐς Οὐέττωνας καὶ Καλλαϊκοὺς τραπεὶς τὰ ἐκείνων ἐδῄου.