ὧν οἱ ἐν ἄστει Ῥωμαῖοι πυνθανόμενοι Φάβιον Μάξιμον Αἰμιλιανόν, Αἰμιλίου Παύλου τοῦ Περσέα τὸν Μακεδόνων βασιλέα ἀνελόντος υἱόν, ἔπεμπον ἐς Ἰβηρίαν, καὶ στρατιὰν ἑαυτῷ καταγράφειν ἐπέτρεπον. ὁ δέ, Ῥωμαίων ἄρτι Καρχηδόνα καὶ τὴν Ἑλλάδα ἑλόντων καὶ τὸν τρίτον ἐν Μακεδονία πόλεμον κατωρθωκοτων, φειδοῖ τῶν ἀνδρῶν τῶν ἐκεῖθεν ἐληλυθότων κατέλεγε πρωθήβας, οὐ πρὶν πολέμου πεπειραμένους, ἐς δύο τέλη. καὶ παρὰ τῶν συμμάχων στρατὸν ἄλλον αἰτήσας ἧκεν ἐς Ὄρσωνα τῆς Ἰβηρίας σύμπαντας ἔχων πεζοὺς μυρίους καὶ πεντακισχιλίους καὶ ἱππέας ἐς δισχιλίους. ὅθεν οὔπω μάχης ἄρχων, μέχρι τὴν στρατιὰν γυμνάσειεν, ἐς Γάδειρα διέπλευσε τὸν πορθμόν, Ἡρακλεῖ θύσων. ὁ δὲ Οὐρίατθος αὐτοῦ τῶν ξυλευομένων τισὶν ἐπιπεσὼν ἔκτεινε πολλοὺς καὶ ἐφόβησε τοὺς λοιπούς. τοῦ δʼ ὑποστρατήγου συντάξαντος αὐτοὺς αὖθις ὁ Οὐρίατθος ἐκράτει καὶ πολλὴν λείαν περιεσύρατο. ἀφικομένου τε τοῦ Μαξίμου συνεχῶς ἐξέτασσε προκαλούμενος. ὁ δὲ ὅλῳ μὲν οὐ συνεμίσγετο τῷ στρατῷ, γυμνάζων αὐτοὺς ἔτι, κατὰ δὲ μέρη πολλάκις ἠκροβολίζετο, πεῖράν τε ποιούμενος τῶν πολεμίων καὶ τοῖς ἰδίοις ἐντιθεὶς θάρσος. χορτολογῶν τε ἐνόπλους ἀεὶ τοῖς γυμνοῖς περιίστη, καὶ περιέτρεχε μεθʼ ἱππέων αὐτός, οἷα Παύλῳ τῷ πατρὶ συστρατευόμενος ἐν Μακεδόσιν ἑώρα. μετὰ δὲ χειμῶνα γεγυμνασμένῳ τῷ στρατῷ τρέπεται δεύτερος ὅδε τὸν Οὐρίατθον καλῶς ἀγωνισάμενον καὶ πόλεις αὐτοῦ δύο τὴν μὲν διήρπασε τὴν δὲ ἐπέπρησεν, αὐτόν τε, φεύγοντα ἐς χωρίον ᾧ ὄνομα ἦν Βαικόρ, διώκων ἔκτεινε πολλούς. καὶ ἐχείμαζεν ἐν Κορδύβῃ, δεύτερον ἔτος ἤδη στρατηγῶν τοῦδε τοῦ πολέμου. καὶ τάδε μὲν ὁ Αἰμιλιανὸς ἐργασάμενος ἐς Ῥώμην ἀπῇρε, διαδεξαμένου τὴν ἀρχὴν Κοΐντου Πομπηίου τοῦ Αὔλου. ἐφʼ οἷς ὁ Οὐρίατθος οὐχ ὁμοίως ἔτι καταφρονῶν, Ἀρουακοὺς καὶ Τίτθους καὶ Βελλούς, ἔθνη μαχιμώτατα, ἀπέστησεν ἀπὸ Ῥωμαίων. καὶ πολέμον ἄλλον οἵδε ἐφʼ ἑαυτῶν ἐπολέμουν, ὃν ἐκ πόλεως αὐτῶν μιᾶς Νομαντῖνον ἡγοῦνται, μακρόν τε καὶ ἐπίπονον Ῥωμαίοις γενόμενον. καὶ συνάξω καὶ τόνδε ἐς ἓν μετʼ Οὐρίατθον. Οὐρίατθος ὲν ἐπὶ θάτερα τῆς Ἰβηρίας ἑτέρῳ στρατηγῷ Ῥωμαιων Κοϊντίῳ συνεπλέκετο, καὶ ἡσσώμενος ἐς τὸ Ἀφροδίσιον ὄρος ἀνέστρεφεν. ὅθεν ἐπιστραφεὶς ἔκτεινε τῶν Κοϊντίου ἐς χιλίους, καὶ σημεῖά τινα ἥρπασε· τοὺς δὲ λοιποὺς ἐς τὸ στρατόπεδον αὐτῶν συνεδίωξε, καὶ τὴν ἐν Ἰτύκκῃ φρουρὰν ἐξέβαλε, καὶ τὴν Βαστιτανῶν χώραν ἐλῄζετο, Κοϊντίου διὰ δειλίαν καὶ ἀπειρίαν οὐκ ἐπιβοηθοῦντος, ἀλλʼ ἐν Κορδύβῃ χειμάζοντος ἐκ μέσου μετοπώρου, καὶ Γάιον Μάρκιον θαμινὰ ἐπιπέμποντος αὐτῷ, ἄνδρα Ἴβηρα ἐκ πόλεως Ἰταλικῆς.