καί μοι δοκεῖ τὸν Οὐριάτθου πόλεμον, σφόδρα τε ἐνοχλήσαντα Ῥωμαίοις καὶ δυσεργότατον αὐτοῖς γενόμενον, συναγαγεῖν, ἀναθέμενον εἴ τι τοῦ αὐτοῦ χρόνου περὶ Ἰβηρίαν ἄλλο ἐγίγνετο. Οὐετίλιος μὲν δὴ αὐτὸν διώκων ἦλθεν ἐπὶ τὴν Τριβόλαν, ὁ δʼ Οὐρίατθος ἐν λόχμαις ἐνέδραν ἐπικρύψας ἔφυγε, μέχρι τὰς λόχμας ὑπερελθόντος τοῦ Οὐετιλίου αὐτός τε ἐπεστρέφετο καὶ οἱ ἐκ τῆς ἐνέδρας ἀνεπήδων, καὶ Ῥωμαίους ἑκατέρωθεν ἔκτεινόν τε καὶ ἐζώγρουν καὶ ἐς τὰς φάραγγας ἐώθουν. ἐζωγρήθη δὲ καὶ ὁ Οὐετίλιος· καὶ αὐτὸν ὁ λαβὼν ἀγνοῶν, γέροντα ὑπέρπαχυν ὁρῶν, ἔκτεινεν ὡς οὐδενὸς ἄξιον. Ῥωμαίων δὲ μόλις ἐκ μυρίων ἑξακισχίλιοι διέδρασαν ἐς Καρπησσόν, ἐπὶ θαλάσσῃ πόλιν, ἣν ἐγὼ νομίζω πρὸς Ἑλλήνων πάλαι Ταρτησσὸν ὀνομάζεσθαι, καὶ Ἀργανθώνιον αὐτῆς βασιλεῦσαι, ὃν ἐς πεντήκοντα καὶ ἑκατὸν ἔτη ἀφικέσθαι φασίν. τοὺς μὲν οὖν ἐς τὴν Καρπησσὸν διαφυγόντας ὁ ταμίας, ὃς εἵπετο τῷ Οὐετιλίῳ, συνέτασσεν ἐπὶ τειχῶν δεδιότας· παρὰ δὲ Βελλῶν καὶ Τίτθων αἰτήσας πεντακισχιλίους συμμάχους, καὶ λαβών, προύπεμψεν ἐπὶ τὸν Οὐρίατθον. ὁ δὲ πάντας ἔκτεινεν, ὡς μηδʼ ἄγγελον διαφυγεῖν. καὶ ὁ ταμίας ἡσύχαζεν ἐν τῇ πόλει, περιμένων τινὰ βοήθειαν ἀπὸ Ῥώμης. Οὐρίατθος δὲ τὴν Καρπητανιαν, εὐδαίμονα χώραν, ἐπιὼν ἀδεῶς ἐλεηλάτει, ἕως ἧκεν ἐκ Ῥώμης Γάιος Πλαύτιος ἄγων πεζοὺς μυρίους καὶ ἱππέας χιλίους ἐπὶ τριακοσίοις. τότε δʼ αὖθις ὑπεκρίνατο φεύγειν ὁ Οὐρίατθος, καὶ ὁ Πλαύτιος αὐτὸν ἔπεμψε διώκειν ἐς τετρακισχιλίους, οὓς ἐπιστραφεὶς ὁ Οὐρίατθος ἔκτεινε χωρὶς ὀλίγων. καὶ τὸν Τάγον ποταμὸν διαβὰς ἐστρατοπέδευεν ἐν ὄρει περιφύτῳ μὲν ἐλάαις, Ἀφροδίτης δʼ ἐπωνύμῳ, ἔνθα ὁ Πλαύτιος καταλαβών, καὶ τὸ πταῖσμα ἀναλαβεῖν ἐπειγόμενος, συνέβαλεν. ἡττηθεὶς δὲ φόνου πολλοῦ γενομένου διέφυγεν ἀκόσμως ἐς τὰς πόλεις, καὶ ἐκ μέσου θέρους ἐχείμαζεν, οὐ θαρρῶν οὐδαμοῖ προϊέναι. ὁ δʼ Οὐρίατθος τὴν χώραν ἀδεῶς περιιών ᾔτει τοὺς κεκτημένους τιμὴν τοῦ ἐπικειμένου καρποῦ, καὶ παρʼ ὧν μὴ λάβοι διέφθειρεν.