οὐ πολὺ δὲ ὕστερον, ὅσοι διέφυγον ἐκ τῆς Λευκόλλου καὶ Γάλβα παρανομήσεως, ἁλισθέντες ἐς μυρίους τὴν Τυρδιτανίαν κατέτρεχον. καὶ αὐτοῖς ἀπὸ Ῥώμης ἐπελθὼν Γάιος Οὐετίλιος, ἄγων τέ τινα στρατὸν ἄλλον καὶ τοὺς ἐν Ἰβηρίᾳ προσλαβών, ἅπαντας ἔχων ἐς μυρίους, ἐπέπεσε προνομεύουσι, καὶ πολλοὺς ἀνελὼν συνέωσε τοὺς λοιποὺς ἔς τι χωρίον, οἷ κινδυνεύειν τε μένοντας ἐχρῆν ὑπὸ λιμοῦ καὶ ἀπιόντας ὑπὸ Ῥωμαίων· ὧδε γὰρ εἶχε δυσχωρίας. καὶ διὰ τοῦτο πρέσβεις ἐς τὸν Οὐετίλιον ἔπεμπον σὺν ἱκετηρίαις, γῆν ἐς συνοικισμὸν αἰτοῦντες ὡς ἀπὸ τοῦδε ἐσόμενοι Ῥωμαίων ἐς πάντα κατήκοοι. ὁ δὲ ὑπισχνεῖτο δώσειν, καὶ συνετίθετο ἤδη. Οὐρίατθος δʼ ὁ ἐκ τῆς Γάλβα παρανομίας ἐκφυγών, τότε συνὼν αὐτοῖς, ὑπεμίμνησκε τῆς Ῥωμαίων ἀπιστίας, ὁσάκις τε αὐτοῖς ὀμόσαντες ἐπιθοῖντο, καὶ ὡς ὅδε πᾶς ὁ στρατὸς ἐκ τοιῶνδε ἐπιορκιῶν Γάλβα καὶ Λευκόλλου διαφύγοιμεν. οὐδʼ ἀπορεῖν ἔφη σωτηρίας ἀπὸ τοῦδε τοῦ χωρίου, ἂν ἐθέλωσι πείθεσθαι. Ἐρεθισθέντων δʼ αὐτῶν καὶ ἐν ἐλπίσι γενομένων, ᾑρέθη τε στρατηγός, καὶ πάντας ἐκτάξας ἐς μέτωπον ὡς ἐπὶ μάχῃ, τοὺς μὲν ἄλλους ἐκέλευσεν, ὅταν αὐτὸς ἐπιβῇ τοῦ ἵππου, διαιρεθέντας ἐς μέρη πολλὰ φεύγειν, ὡς δύνανται, κατʼ ἄλλας καὶ ἄλλας ὁδοὺς ἐς Τριβόλαν πόλιν, ἔνθα αὐτὸν περιμένειν, χιλίους δὲ μόνους ἐπιλεξάμενος ἐκέλευσεν αὑτῷ συνίστασθαι. καὶ γιγνομένων τούτων οἱ μὲν εὐθὺς ἔφυγον, ἐπειδὴ ὁ Οὐρίατθος τὸν ἵππον ἀνέβη, ὁ δὲ Οὐετίλιος αὐτοὺς δείσας διώκειν ἐς πολλὰ διῃρημένους, ἐπὶ τὸν Οὐρίατθον ἑστῶτα καὶ ἐφεδρεύοντα τῷ γενησομένῳ τραπεὶς ἐμάχετο. ὁ δʼ ὠκυτάτοις ἵπποις αὐτὸν ἐνοχλῶν, καὶ ὑποφεύγων καὶ πάλιν ἱστάμενος καὶ ἐπιών, ἐκείνην τε τὴν ἡμέραν ἐν τῷ αὐτῷ πεδίῳ καὶ τὴν ἐπιοῦσαν ὅλην διέτριψε περιθέων. ὡς δʼ εἴκασεν ἀσφαλῶς ἔχειν τῆς φυγῆς τοὺς ἑτέρους, τότε νυκτὸς ὁρμήσας διʼ ὁδῶν ἀτριβῶν κουφοτάτοις ἵπποις ἀπέδραμεν ἐς Τριβόλαν, Ῥωμαίων αὐτὸν διώκειν ὁμοίως οὐ δυναμένων διά τε βάρος ὅπλων καὶ ἀπειρίαν ὁδῶν καὶ ἵππων ἀνομοιότητα. ὧδε μὲν ἐξ ἀέλπτου στρατὸν ἀπογιγνώσκοντα αὑτοῦ περιέσωσε, καὶ τὸ στρατήγημα τόδε περιφερόμενον ἐς τοὺς τῇδε βαρβάρους ἐξῇρεν αὐτόν, καὶ πολλοὶ πανταχόθεν αὐτῷ προσεχώρουν. ὁ δὲ ἐς ὀκτὼ ἔτη Ῥωμαίοις ἐπολέμει.