Λεύκολλος δὲ ὁ τοῖς Οὐακκαίοις ἄνευ ψηφίσματος πολεμήσας ἐν Τυρδιτανίᾳ τότε χειμάζων ᾔσθετο Λυσιτανῶν ἐς τὰ πλησίον ἐμβαλόντων, καὶ περιπέμψας τοὺς ἀρίστους τῶν ἡγεμόνων, ἔκτεινε τῶν Λυσιτανῶν ἐς τετρακισχιλίους. περί τε Γάδειρα τὸν πορθμὸν ἑτέρων περώντων ἔκτεινεν ἐς χιλίους καὶ πεντακοσίους, καὶ τοὺς λοιποὺς συμφυγόντας ἔς τινα λόφον ἀπετάφρευσε, πλῆθός τε ἔλαβεν ἀνδρῶν ἄπειρον. καὶ τὴν Λυσιτανίαν ἐπιὼν κατὰ μέρος ἐπόρθει. ἐπόρθει δὲ καὶ Γάλβας ἐπὶ θάτερα. καὶ τινῶν πρεσβευομένων ἐς αὐτόν, καὶ θελόντων βεβαιοῦν καὶ ὅσα Ἀτιλίῳ τῷ πρὸ αὐτοῦ στρατηγῷ συνθέμενοι παρεβεβήκεσαν, ἐδέχετο καὶ ἐσπένδετο, καὶ ὑπεκρίνετο αὐτοῖς καὶ συνάχθεσθαι ὡς διʼ ἀπορίαν λῃστεύουσί τε καὶ πολεμοῦσι καὶ παρεσπονδηκόσιν. τὸ γὰρ λυπρόγαιον, ἔφη, καὶ πενιχρὸν ὑμᾶς ἐς ταῦτα ἀναγκάζει· δώσω δʼ ἐγὼ πενομένοις φίλοις γῆν ἀγαθήν, καὶ ἐν ἀφθόνοις συνοικιῶ, διελὼν ἐς τρία. οἱ μὲν δὴ τάδε προσδοκῶντες ἀπὸ τῶν ἰδίων ἀνίσταντο, καὶ συνῄεσαν οἷ προσέτασσεν ὁ Γάλβας· ὁ δὲ αὐτοὺς ἐς τρία διῄρει, καὶ πεδίον ἑκάστοις τι ὑποδείξας ἐκέλευεν ἐν τῷ πεδίῳ περιμένειν, μέχρι πολίσειεν αὐτοὺς ἐπελθών. ὡς δʼ ἧκεν ἐπὶ τοὺς πρώτους, ἐκέλευεν ὡς φίλους θέσθαι τὰ ὅπλα, θεμένους δʼ ἀπετάφρευέ τε, καὶ μετὰ ξιφῶν τινας ἐσπέμψας ἀνεῖλεν ἅπαντας, ὀδυρομένους τε καὶ θεῶν ὀνόματα καὶ πίστεις ἀνακαλοῦντας. τῷ δʼ αὐτῷ τρόπῳ καὶ τοὺς δευτέρους καὶ τρίτους ἐπειχθεὶς ἀνεῖλεν, ἀγνοοῦντας ἔτι τὰ πάθη τὰ τῶν προτέρων, ἀπιστίᾳ μὲν ἄρα ἀπιστίαν μετιών, οὐκ ἀξίως δὲ Ῥωμαίων μιμούμενος βαρβάρους. ὀλίγοι δʼ αὐτῶν διέφυγον, ὧν ἦν Οὐρίατθος, ὃς μετʼ οὐ πολὺ ἡγήσατο Λυσιτανῶν καὶ ἔκτεινε πολλοὺς Ῥωμαίων καὶ ἔργα μέγιστα ἐπεδείξατο. ἀλλὰ τάδε μὲν ὕστερον γενόμενα ὕστερον λέξω. τότε δὲ ὁ Γάλβας, Λευκόλλου φιλοχρηματώτερος ὤν, ὀλίγα μέν τινα τῆς λείας τῇ στρατιᾷ διεδίδου, καὶ ὀλίγα τοῖς φίλοις, τὰ λοιπὰ δὲ ἐσφετερίζετο, καίτοι πλουσιώτατος ὢν ὁμοῦ τι Ῥωμαίων· ἀλλʼ οὐδʼ ἐν τῇ εἰρήνῃ φασὶν αὐτὸν διαλιπεῖν ψευδόμενόν τε καὶ ἐπιορκοῦντα διὰ κέρδη. μισούμενος δὲ καὶ κατηγορούμενος διέφευγε διὰ τὸν πλοῦτον,