ὅτι Σικελοὶ καὶ τέως ἀγανακτοῦντες ἐπὶ τῇ ὠμότητι Μαρκέλλου τοῦ στρατηγοῦ, μᾶλλόν τι καὶ τῷδε τῷ ἔργῳ συνεταράσσοντο, ἐφʼ ᾧ κατὰ προδοσίαν ἐς Συρακούσας ἐσῆλθεν. καὶ πρὸς Ἱπποκράτη μετετίθεντο, καὶ συνώμνυντο μὴ διαλύσασθαι χωρὶς ἀλλήλων, ἀγοράν τε αὐτῷ καὶ στρατιὰν ἔπεμπον, ἐς δισμυρίους πεζοὺς καὶ ἱππέας πεντακισχιλίους. ϝαλ. ιβ.